Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 152-3
Not analysed yet
δώσειν οὖν αὐτὸν ἀντὶ τούτων δίκας τῷ θεῷ καὶ βιασθήσεσθαι μὲν αὐτοῦ τὰς γυναῖκας ὑφʼ ἑνὸς τῶν παίδων, ἐπιβουλευθήσεσθαι δὲ καὶ αὐτὸν ὑπʼ ἐκείνου, καὶ τὸ ἁμάρτημα τοῦτο κρύφα δράσαντα φανερὰν τὴν ἐπʼ αὐτῷ δίκην ὑφέξειν· τεθνήξεσθαι δὲ καὶ τὸν παῖδά σοι παραχρῆμα τὸν ἐξ αὐτῆς γεγενημένον.