Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 153-2
Not analysed yet
προσκατεσκεύασε δὲ ταύταις καὶ ἄλλας εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἐπιτηδείως ἐχούσας τῇ τε τῶν ἀέρων εὐκρασίᾳ καὶ τοῖς ὡραίοις εὐφυεῖς καὶ νάμασιν ὑδάτων ἐνδρόσους. ἐμβαλὼν δὲ καὶ εἰς τὴν ἔρημον τῆς ἐπάνω Συρίας καὶ κατασχὼν αὐτὴν ἔκτισεν ἐκεῖ πόλιν μεγίστην δύο μὲν ἡμερῶν ἀπὸ τῆς ἄνω Συρίας διεστῶσαν, ἀπὸ δʼ Εὐφράτου μιᾶς, ἀπὸ δὲ τῆς μεγάλης Βαβυλῶνος ἓξ ἡμερῶν ἦν τὸ μῆκος.