Ancient Greek · ~4 min
154 to 157
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 154-157
Not analysed yet
Τῷ δʼ ἐκ τῆς Οὐρία γυναικὸς γενομένῳ παιδὶ Δαυίδῃ νόσον ἐνσκήπτει χαλεπὴν τὸ θεῖον, ἐφʼ ᾗ δυσφορῶν ὁ βασιλεὺς τροφὴν μὲν ἐφʼ ἡμέρας ἑπτὰ καίτοι γε ἀναγκαζόντων τῶν οἰκείων οὐ προσηνέγκατο, μέλαιναν δὲ περιθέμενος ἐσθῆτα πεσὼν ἐπὶ σάκκου κατὰ γῆς ἔκειτο τὸν θεὸν ἱκετεύων ὑπὲρ τῆς τοῦ παιδὸς σωτηρίας· σφόδρα γὰρ ἔστεργεν αὐτοῦ τὴν μητέρα. τῇ δʼ ἑβδόμῃ τῶν ἡμερῶν τελευτήσαντος τοῦ παιδὸς οὐκ ἐτόλμων τῷ βασιλεῖ τοῦτο μηνύειν οἱ θεράποντες λογιζόμενοι, μὴ γνοὺς ἔτι μᾶλλον ἀπόσχηται καὶ τροφῆς καὶ τῆς ἄλλης ἐπιμελείας ὡς ἂν ἐπὶ ποθεινοῦ τέκνου τετελευτηκότος, ὅτε καὶ νοσοῦντος οὕτως ὑπὸ τῆς λύπης ἑαυτὸν ἐκάκου. ταραττομένων δʼ αἰσθόμενος τῶν οἰκετῶν ὁ βασιλεὺς καὶ ταῦτα πασχόντων, ἃ μάλιστα συγκρύψαι τι θέλουσι συμβαίνει, συνεὶς ὅτι τέθνηκεν ὁ παῖς προσφωνήσας ἕνα τῶν οἰκετῶν καὶ μαθὼν τἀληθὲς ἀνίσταται καὶ λουσάμενος καὶ λαβὼν ἐσθῆτα λευκὴν εἰς τὴν σκηνὴν τοῦ θεοῦ παραγίνεται, καὶ κελεύσας δεῖπνον αὑτῷ παραθεῖναι πολλὴν ἐπὶ τῷ παραλόγῳ τοῖς τε συγγενέσι καὶ τοῖς οἰκέταις ἔκπληξιν παρεῖχεν, ὅτι μηδὲν τούτων ἐπὶ νοσοῦντι τῷ παιδὶ ποιήσας πάνθʼ ὁμοῦ τετελευτηκότος ἔπραττε. τήν τε αἰτίαν, δεηθέντες ἐπιτρέψαι πρῶτον αὐτοῖς πυθέσθαι, παρεκάλουν τῶν γεγενημένων.