Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 155-2
Not analysed yet
Σολόμων μὲν οὖν ὁ βασιλεὺς ταῦτα κατʼ ἐκεῖνον τὸν καιρὸν πράττων διετέλει. πρὸς δὲ τοὺς ἐπιζητήσαντας, ὅτι πάντες οἱ Αἰγυπτίων βασιλεῖς ἀπὸ Μιναίου τοῦ Μέμφιν οἰκοδομήσαντος, ὃς ἔτεσι πολλοῖς ἔμπροσθεν ἐγένετο τοῦ πάππου ἡμῶν Ἁβράμου, μέχρι Σολόμωνος πλειόνων ἐτῶν τριακοσίων καὶ χιλίων μεταξὺ διεληλυθότων Φαραῶθαι ἐκλήθησαν ἀπὸ τοῦ μετʼ αὐτοὺς ἐν τοῖς μεταξὺ χρόνοις ἄρξαντος βασιλέως Φαραώθου τὴν προσηγορίαν λαβόντες, ἀναγκαῖον ἡγησάμην εἰπεῖν, ἵνα τὴν ἄγνοιαν αὐτῶν ἀφέλω καὶ ποιήσω τοῦ ὀνόματος φανερὰν τὴν αἰτίαν, ὅτι Φαραὼ κατʼ Αἰγυπτίους βασιλέα σημαίνει.