Ancient Greek · ~7 min
157 to 163
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 157-163
Not analysed yet
διʼ ἅπερ Χαλδαίων τε καὶ τῶν ἄλλων Μεσοποταμιτῶν στασιασάντων πρὸς αὐτὸν μετοικεῖν δοκιμάσας κατὰ βούλησιν καὶ βοήθειαν τοῦ θεοῦ τὴν Χαναναίαν ἔσχε γῆν, ἱδρυθείς τε αὐτόθι βωμὸν ᾠκοδόμησε καὶ θυσίαν ἐτέλεσε τῷ θεῷ. Μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἁβράμου Βηρωσός, οὐκ ὀνομάζων, λέγων δʼ οὕτως· μετὰ δὲ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος. Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλέον τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως· Ἁβράμης ἐβασίλευσεν ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος Χαλδαίων λεγομένης. μετʼ οὐ πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην νῦν δὲ Ἰουδαίαν μετῴκησε καὶ οἱ ἀπʼ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα. τοῦ δὲ Ἁβράμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται καὶ κώμη δείκνυται ἀπʼ αὐτοῦ Ἁβράμου οἴκησις λεγομένη. Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Ἰουδαίαν καταλαβόντος Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος μεταίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν. ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων ἐπιμανές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς ὁ βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦθʼ ὑποκρίνασθαι, συμφέρειν γὰρ αὐτοῖς, ἐδίδαξεν. ὡς δʼ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης ὁ βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας.