Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 157-6
Not analysed yet
τοὺς μὲν γὰρ τὰ Ὑρκανοῦ φρονοῦντας ἐν εὑδίᾳ διάξειν καὶ βιώσεσθαι τῶν ἰδίων ἀπολαύοντας κτημάτων ἀταράχως, προστιθεμένους δὲ ταῖς ἐκ τοῦ νεωτερίζειν ἐλπίσιν καὶ τοῖς ἀπʼ αὐτῶν κέρδεσιν προσανέχοντας αὐτὸν μὲν ἕξειν ἀντὶ προστάτου δεσπότην, Ὑρκανὸν δὲ ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους δὲ καὶ Καίσαρα πικροὺς ἀνθʼ ἡγεμόνων πολεμίους· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ὃν αὐτοὶ κατέστησαν. ταῦτα λέγων καθίστα τὰ κατὰ τὴν χώραν.