Ancient Greek · ~3 min
158 to 160
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 158-2-160
Not analysed yet
καὶ παρὸν αὐτῷ σφετερίσασθαι τὴν ἐπʼ αὐτοῖς δόξαν καὶ ἐξιδιώσασθαι μηδενὸς ἂν γενομένου μάρτυρος τοῦ διελέγξοντος, ἐκείνῳ τὴν μαρτυρίαν ἔδωκε καὶ τῆς ἐπʼ αὐτῷ μνήμης ἠξίωσε. καὶ ταῦτα μὲν ὡς ἂν αὐτοῖς τισι δοκῇ οὕτω σκοπείτωσαν. Μωυσῆς δὲ ὑπὲρ ὧν καὶ προεῖπον ἐπὶ τὴν Μαδιηνιτῶν γῆν ἔπεμψεν στρατιὰν τοὺς πάντας εἰς δισχιλίους καὶ μυρίους ἐξ ἑκάστης φυλῆς τὸν ἴσον ἀριθμὸν ἐπιλεξάμενος, στρατηγὸν δʼ αὐτῶν ἀπέδειξε Φινεές, οὗ μικρῷ πρότερον ἐμνήσθημεν φυλάξαντος τοῖς Ἑβραίοις τοὺς νόμους καὶ τὸν παρανομοῦντα τούτους Ζαμβρίαν τιμωρησαμένου. Μαδιηνῖται δὲ προπυθόμενοι τὸν στρατὸν ἐπὶ σφᾶς ἐλαύνοντα καὶ ὅσον οὐδέπω παρεσόμενον ἠθροίζοντό τε καὶ τὰς εἰσβολὰς τῆς χώρας, ᾗ προσεδέχοντο τοὺς πολεμίους, ἀσφαλισάμενοι περιέμενον αὐτούς.