Ancient Greek
160 to 167
Flavius Josephus, Jewish Antiquities 160-3-167
Not analysed yet
ὁ δὲ πλεῖστον ἐπὶ τοῖς εὐημερήμασιν ἠξιωκὼς φρονεῖν ἀνέστρεψεν εἰς τὴν οἰκείαν, προσειληφὼς ἀξίωμα καὶ διὰ ταύτην τὴν ἀνδραγαθίαν. Τὰ μὲν οὖν ἄλλα καλῶς εἶχεν αὐτῷ δυσεπιχειρήτῳ κατὰ πάντα γεγενημένῳ, κίνδυνος δʼ ἐμπίπτει τὴν ὑπὲρ τῶν ὅλων κρίσιν ἐξάγων Ἀντώνιον Καίσαρος ἐν τῇ κατʼ Ἄκτιον μάχῃ νενικηκότος· τότε γὰρ ἀπέγνωστο αὐτῷ τε Ἡρώδῃ τὰ πράγματα καὶ τοῖς περὶ αὐτὸν ὁμοίως ἐχθροῖς τε καὶ φίλοις· οὐ γὰρ ἦν εἰκὸς ἀτιμώρητον μενεῖν τοσαύτης αὐτῷ φιλίας πρὸς Ἀντώνιον γεγενημένης. ἦν οὖν τοῖς μὲν φίλοις ἀπόγνωσις τῶν κατʼ αὐτὸν ἐλπίδων, ὅσοι δʼ ἐχθρῶς εἶχον ἐδόκουν μὲν ἐξ ἐμφανοῦς συνάχθεσθαι, πάθος δὲ λεληθὸς ἐφηδομένων εἶχον ὡς ἀμείνονος τευξόμενοι τῆς μεταβολῆς. αὐτός τε Ἡρώδης τὸν Ὑρκανὸν ὁρῶν μόνον ἐπʼ ἀξιώματος βασιλικοῦ συμφέρειν ᾤετο μηκέτʼ ἐμποδὼν ἐᾶν, εἰ μὲν περισωθείη καὶ διαφύγοι τὸν κίνδυνον, ἀσφαλὲς ἡγούμενος πρὸς τὸ μὴ τοῖς τοιούτοις αὐτοῦ καιροῖς ἐφορμεῖν ἄνδρα τυχεῖν τῆς βασιλείας ἀξιώτερον, εἰ δὲ καὶ πάσχοι τι διὰ Καίσαρος, φθόνῳ τὸν μόνον ἐπὶ τῆς βασιλείας γενησόμενον ἐπιθυμῶν ἐξελεῖν. Ταῦτα δʼ αὐτοῦ διʼ ἐννοίας ἔχοντος ἐνεδόθη τι καὶ παρʼ ἐκείνων· ὁ μὲν γὰρ Ὑρκανὸς ἐπιεικείᾳ τρόπου καὶ τότε καὶ τὸν ἄλλον χρόνον οὐκ ἠξίου πολυπραγμονεῖν οὐδὲ νεωτέρων ἅπτεσθαι, συγχωρῶν τῇ τύχῃ πᾶν τὸ διʼ ἐκείνης γινόμενον ἠγαπηκέναι. φιλόνεικος δʼ ἦν Ἀλεξάνδρα καὶ τὴν ἐλπίδα τῆς μεταβολῆς ἀκρατῶς φέρουσα λόγους ἐποιεῖτο πρὸς τὸν πατέρα, μὴ μέχρι παντὸς ἀναμεῖναι τὴν Ἡρώδου παρανομίαν εἰς τὸν αὐτῶν οἶκον, ἀλλὰ προλαβεῖν ἀσφαλείᾳ τὰς αὖθις ἐλπίδας, καὶ γράφειν ἠξίου περὶ τούτων Μάλχῳ τῷ τὴν ἀραβαρχίαν ἔχοντι δέξασθαί τε αὐτὸν καὶ διʼ ἀσφαλείας ἔχειν· ὑπεξελθόντων γὰρ εἰ τὰ περὶ τὸν Ἡρώδην οὕτως χωρήσειεν, ὡς εἰκὸς ἐν ἔχθρᾳ Καίσαρος, αὐτοὺς ἔσεσθαι τοὺς τὴν ἀρχὴν ἀπολαμβάνοντας μόνους καὶ διὰ τὸ γένος καὶ διὰ τὴν εὔνοιαν τῶν ὄχλων.