Ancient Greek · ~7 min
162 to 167
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 162-3-167
Not analysed yet
ὁ δʼ ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ὁ ἀρχιερεὺς ᾧ τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ· ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς ὁ λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν. κενοῦντες δὲ τὸν θησαυρὸν καὶ παρόντος τοῦ βασιλέως ἀριθμοῦντες τὸ συνειλεγμένον ὅ τε γραμματεὺς τῶν γαζοφυλακίων ἔπειτʼ εἰς τὸν αὐτὸν ἐτίθεσαν τόπον. καὶ τοῦτʼ ἐποίουν ἑκάστης ἡμέρας. ὡς δʼ ἀποχρῶν τὸ πλῆθος ἐδόκει τῶν χρημάτων ἔπεμψαν μισθούμενοι λατόμους καὶ οἰκοδόμους ὁ ἀρχιερεὺς Ἰώδας καὶ ὁ βασιλεὺς Ἰώασος καὶ ἐπὶ ξύλα μεγάλα καὶ τῆς καλλίστης ὕλης. ἐπισκευασθέντος δὲ τοῦ ναοῦ τὸν ὑπολειφθέντα χρυσὸν καὶ ἄργυρον, οὐκ ὀλίγος δὲ ἦν, εἴς τε κρατῆρας καὶ οἰνοχόας καὶ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη κατεχρήσαντο θυσίαις τε πολυτελέσιν ὁσημέραι τὸν βωμὸν πιαίνοντες διετέλουν. καὶ ταῦτα μὲν ἐφʼ ὅσον Ἰώδας χρόνον ἔζη τῆς προσηκούσης ἐτύγχανε σπουδῆς. Ὡς δʼ ἐτελεύτησεν οὗτος ἔτη μὲν βιώσας ἑκατὸν καὶ τριάκοντα δίκαιος δὲ καὶ πάντα χρηστὸς γενόμενος, ἐτάφη δʼ ἐν ταῖς βασιλικαῖς θήκαις ἐν Ἱεροσολύμοις, ὅτι τῷ Δαυίδου γένει τὴν βασιλείαν ἀνεκτήσατο, προέδωκεν ὁ βασιλεὺς τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν. συνδιεφθάρησαν δʼ αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες, ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρʼ αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δὲ ὁ θεὸς ἐπὶ τῇ μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς.