Ancient Greek · ~7 min
166 to 173
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 166-173
Not analysed yet
Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρʼ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε. θαυμασθεὶς οὖν ὑπʼ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι. πρὸ γὰρ τῆς Ἁβράμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτʼ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας. Ὡς δʼ εἰς τὴν Χαναναίαν ἀφίκετο, μερίζεται πρὸς Λῶτον τὴν γῆν τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν ᾗ νέμοιεν· τὴν ἐκλογὴν μέντοι καὶ τὴν αἵρεσιν ἐπιτρέπει τῷ Λώτῳ· λαβὼν δʼ αὐτὸς τὴν ὑπʼ ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει ἐν τῇ Ναβρῶ πόλει· παλαιοτέρα δέ ἐστιν ἔτεσιν ἑπτὰ πρὸ Τάνιδος τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τὸ πεδίον κειμένην καὶ ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, ἣ τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ. τὴν δὲ αἰτίαν κατὰ χώραν σημανῶ. Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσσυρίων κρατούντων τῆς Ἀσίας Σοδομίταις ἤνθει τὰ πράγματα εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν· βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος ὅ τε Βαλήνων βασιλεύς· μοίρας δʼ ἦρχον ἕκαστος ἰδίας. ἐπὶ τούτους στρατεύσαντες Ἀσσύριοι καὶ μέρη τέσσαρα ποιήσαντες τῆς στρατιᾶς ἐπολιόρκουν αὐτούς· στρατηγὸς δʼ ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι. δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπʼ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου.