Ancient Greek
166 to 168
Flavius Josephus, Jewish Antiquities 166-6-168
Not analysed yet
αὖθις δὲ αὐτῷ Τιβέριος ὁ Καῖσαρ συνίστησιν υἱωνὸν τὸν αὐτοῦ κελεύων τὰ πάντα αὐτῷ ταῖς ἐξόδοις παρατυγχάνειν. Ἀγρίππας δὲ φιλίᾳ δεχθεὶς ὑπὸ τῆς Ἀντωνίας κατὰ θεραπείαν τρέπεται τὴν Γαΐου υἱωνοῦ τε ὄντος αὐτῇ καὶ εὐνοίᾳ τοῦ πατρὸς εἰς τὰ πρῶτα τιμωμένου. καὶ γὰρ ἦν ἄλλος Σαμαρεὺς γένος Καίσαρος δὲ ἀπελεύθερος· παρὰ τούτου δάνεισμα μυριάδας ἑκατὸν εὑρόμενος τῇ τε Ἀντωνίᾳ καταβάλλει τὸ ὀφειληθὲν χρέος καὶ τῶν λοιπῶν τῷ ἀναλώματι θεραπεύων τὸν Γάιον μειζόνως ἐν ἀξιώματι ἦν παρʼ αὐτῷ. Προϊούσης δὲ ἐπὶ μέγα τῷ Ἀγρίππᾳ τῆς πρὸς Γάιον φιλίας αἰωρουμένοις ποτὲ λόγος περὶ τοῦ Τιβερίου γίνεται, καὶ τοῦ Ἀγρίππου κατʼ εὐχὰς τραπομένου, μόνω δʼ ἤστην, ᾗ τάχος Τιβέριον ὑπεκστάντα τῆς ἀρχῆς Γαΐῳ παραχωρεῖν ἀξιωτέρῳ τὰ πάντα ὄντι, τούτων ἀκροᾶται τῶν λόγων Εὔτυχος, Ἀγρίππου δʼ ἦν ἀπελεύθερος ἡνίοχος, καὶ παραχρῆμα μὲν σιγῇ παρεδίδου.