Ancient Greek · ~7 min
170 to 176
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 170-6-176
Not analysed yet
τῇ δʼ ἐπιούσῃ μετὰ δώρων ἧκον πρὸς Γαδαλίαν τῶν ἀπὸ τῆς χώρας ὀγδοήκοντα μηδενὸς τὰ περὶ αὐτὸν ἐγνωκότος. ἰδὼν δὲ αὐτοὺς Ἰσμάηλος εἴσω τε αὐτοὺς καλεῖ ὡς πρὸς Γαδαλίαν, καὶ παρελθόντων ἀποκλείσας τὴν αὔλειον ἐφόνευσε καὶ τὰ σώματα αὐτῶν εἰς λάκκον τινὰ βαθύν, ὡς ἂν ἀφανῆ γένοιτο, κατεπόντισε. διεσώθησαν δὲ τῶν ὀγδοήκοντα τούτων ἀνδρῶν οἳ μὴ πρότερον ἀναιρεθῆναι παρεκάλεσαν πρὶν ἢ τὰ κεκρυμμένα ἐν τοῖς ἀγροῖς αὐτῷ παραδῶσιν ἔπιπλά τε καὶ ἐσθῆτα καὶ σῖτον. ταῦτʼ ἀκούσας ἐφείσατο τῶν ἀνδρῶν τούτων Ἰσμάηλος· τὸν δʼ ἐν τῇ Μασφάθῃ λαὸν σὺν γυναιξὶ καὶ νηπίοις ᾐχμαλώτισεν, ἐν οἷς καὶ τοῦ βασιλέως Σαχχίου θυγατέρας, ἃς Ναβουζαρδάνης ὁ τῶν Βαβυλωνίων στρατηγὸς παρὰ Γαδαλίᾳ καταλελοίπει. ταῦτα διαπραξάμενος ἀφικνεῖται πρὸς τὸν Ἀμμανιτῶν βασιλέα. Ἀκούσας δʼ ὁ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ ἡγεμόνες τὰ πεπραγμένα ὑπὸ Ἰσμαήλου καὶ τὸν Γαδαλίου θάνατον ἠγανάκτησαν, καὶ τοὺς ἰδίους ἕκαστος ὁπλίτας παραλαβὼν ὥρμησαν πολεμήσοντες τὸν Ἰσμάηλον καὶ καταλαμβάνουσιν αὐτὸν πρὸς τῇ πηγῇ ἐν Ἰβρῶνι. οἱ δὲ αἰχμαλωτισθέντες ὑπὸ Ἰσμαήλου τὸν Ἰωάννην ἰδόντες καὶ τοὺς ἡγεμόνας εὐθύμως διετέθησαν βοήθειαν αὑτοῖς ἥκειν ὑπολαμβάνοντες, καὶ καταλιπόντες τὸν αἰχμαλωτίσαντα πρὸς Ἰωάννην ἀνεχώρησαν. Ἰσμάηλος μὲν οὖν μετʼ ἀνδρῶν ὀκτὼ φεύγει πρὸς τὸν τῶν Ἀμμανιτῶν βασιλέα. ὁ δὲ Ἰωάννης παραλαβὼν οὓς ἀνέσωσεν ἐκ τῶν Ἰσμαήλου χειρῶν καὶ τοὺς εὐνούχους καὶ τὰς γυναῖκας καὶ τὰ νήπια εἴς τινα τόπον Μάνδρα λεγόμενον παραγίνεται. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἐπέμεινεν αὐτόθι, διεγνώκεισαν δʼ ἐκεῖθεν ἄραντες εἰς Αἴγυπτον ἐλθεῖν φοβούμενοι, μὴ κτείνωσιν αὐτοὺς οἱ Βαβυλώνιοι μείναντας ἐν τῇ χώρᾳ ὑπὲρ Γαδαλία τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος ὀργισθέντες πεφονευμένου. Ὄντων δʼ ἐπὶ ταύτης τῆς βουλῆς προσίασιν Ἱερεμίᾳ τῷ προφήτῃ Ἰωάννης ὁ τοῦ Καρίου καὶ οἱ ἡγεμόνες οἱ σὺν αὐτῷ παρακαλοῦντες δεηθῆναι τοῦ θεοῦ, ὅπως ἀμηχανοῦσιν αὐτοῖς περὶ τοῦ τί χρὴ ποιεῖν τοῦτʼ αὐτοῖς ὑποδείξῃ, ὀμόσαντες ποιήσειν ὅ τι ἂν αὐτοῖς Ἱερεμίας εἴπῃ.