Ancient Greek
172 to 178
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 172-2-178
Not analysed yet
στὰς τοίνυν ὁ Γολίαθος οὗτος μεταξὺ τῶν παρατάξεων βοήν τε ἀφίησι μεγάλην καὶ πρὸς τὸν Σαοῦλον καὶ τοὺς Ἑβραίους λέγει· μάχης μὲν ὑμᾶς καὶ κινδύνων ἀπαλλάττω· τίς γὰρ ἀνάγκη τὴν στρατιὰν ἡμῶν συμπεσοῦσαν κακοπαθεῖν; δότε δʼ ὅστις ἐμοὶ μαχεῖται τῶν ὑμετέρων, καὶ βραβευθήσεται τὰ τοῦ πολέμου ἑνὶ τῷ νενικηκότι· δουλεύσουσι γὰρ ἐκεῖνοι τοῖς ἑτέροις, ὧν ἂν ὁ νικήσας γένηται· πολὺ δὲ κρεῖττον εἶναι καὶ σωφρονέστατον ἑνὸς κινδύνῳ λαβεῖν ὃ βούλεσθε ἢ τῷ ἁπάντων. ταῦτʼ εἰπὼν ἀνεχώρησεν εἰς τὸ τῶν οἰκείων στρατόπεδον. τῇ δʼ ἐχομένῃ πάλιν ἐλθὼν τοὺς αὐτοὺς ἐποιήσατο λόγους, καὶ μέχρι τεσσαράκοντα ἡμερῶν οὐ διέλειπε προκαλούμενος ἐπὶ τοῖς προειρημένοις τοὺς πολεμίους, ὡς καταπλαγῆναι αὐτόν τε τὸν Σαοῦλον καὶ τὴν στρατιάν. καὶ παρετάσσοντο μὲν ὡς εἰς μάχην, οὐκ ἤρχοντο δὲ εἰς χεῖρας. Τοῦ δὲ πολέμου συνεστηκότος τοῖς Ἑβραίοις καὶ τοῖς Παλαιστίνοις Σαοῦλος ἀπέλυσε τὸν Δαβίδην πρὸς τὸν πατέρα Ἰεσσαῖον ἀρκούμενος αὐτοῦ τοῖς τρισὶν υἱοῖς, οὓς ἐπὶ συμμαχίαν καὶ τοὺς κινδύνους ἔπεμψεν. ὁ δὲ τὸ μὲν πρῶτον ἐπὶ τὰ ποίμνια πάλιν καὶ τὰς νομὰς τῶν βοσκημάτων παραγίνεται, μετʼ οὐ πολὺ δὲ ἔρχεται εἰς τὸ στρατόπεδον τῶν Ἑβραίων πεμφθεὶς ὑπὸ τοῦ πατρὸς κομίσαι τε τοῖς ἀδελφοῖς ἐφόδια καὶ γνῶναι τί πράττουσι. τοῦ δὲ Γολιάθου πάλιν ἐλθόντος καὶ προκαλουμένου καὶ ὀνειδίζοντος, ὅτι μηδείς ἐστιν ἀνδρεῖος ἐν αὐτοῖς, ὃς εἰς μάχην αὐτῷ τολμᾷ καταβῆναι, μεταξὺ τοῖς ἀδελφοῖς ὁμιλῶν Δαβίδης περὶ ὧν ἐπέστειλεν ὁ πατὴρ ἀκούσας βλασφημοῦντος τὴν στρατιὰν καὶ κακίζοντος τοῦ Παλαιστίνου ἠγανάκτησε καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν ἑτοίμως ἔχειν μονομαχῆσαι τῷ πολεμίῳ. πρὸς τοῦθʼ ὁ πρεσβύτατος τῶν ἀδελφῶν Ἰάναβος ἐπέπληξεν αὐτῷ τολμηρότερον παρʼ ἡλικίαν καὶ ἀμαθῆ τοῦ προσήκοντος εἰπών, ἐκέλευσέ τε πρὸς τὰ ποίμνια καὶ τὸν πατέρα βαδίζειν. καταιδεσθεὶς δὲ τὸν ἀδελφὸν ὑπεχώρησε καὶ πρός τινας τῶν στρατιωτῶν ἀπελάλησεν, ὅτι θέλοι μάχεσθαι τῷ προκαλουμένῳ.