Ancient Greek · ~7 min
177 to 182
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 177-2-182
Not analysed yet
ὑπολάβῃ δὲ μηδείς, ὅτι τὰ τῆς πεύκης ξύλα τοῖς νῦν εἶναι λεγομένοις καὶ ταύτην ὑπὸ τῶν πιπρασκόντων τὴν προσηγορίαν ἐπὶ καταπλήξει τῶν ὠνουμένων λαμβάνουσίν ἐστι παραπλήσια. ἐκεῖνα γὰρ τὴν μὲν ἰδέαν ἐμφερῆ τοῖς συκίνοις γίνεται, λευκότερα δέ ἐστι καὶ στίλβει πλέον. τοῦτο μὲν πρὸς τὸ μηδένα τὴν διαφορὰν ἀγνοῆσαι μηδὲ τὴν φύσιν τῆς ἀληθοῦς πεύκης, ἐπεὶ διὰ τὴν τοῦ βασιλέως χρείαν ἐμνήσθημεν αὐτῆς, εὔκαιρον εἶναι καὶ φιλάνθρωπον δηλῶσαι νομίσαντες εἰρήκαμεν. Ὁ δὲ τοῦ χρυσοῦ σταθμὸς τοῦ κομισθέντος αὐτῷ τάλαντα ἑξακόσια καὶ ἑξήκοντα καὶ ἕξ, μὴ συγκαταριθμουμένου καὶ τοῦ ὑπὸ τῶν ἐμπόρων ὠνηθέντος μηδʼ ὧν οἱ τῆς Ἀραβίας τοπάρχαι καὶ βασιλεῖς ἔπεμπον αὐτῷ δωρεῶν. ἐχώνευσε δὲ τὸν χρυσὸν εἰς διακοσίων κατασκευὴν θυρεῶν ἀνὰ σίκλους ἀγόντων ἑξακοσίους. ἐποίησε δὲ καὶ ἀσπίδας τριακοσίας ἀγούσης ἑκάστης χρυσίου μνᾶς τρεῖς· ἀνέθηκε δὲ ταύτας φέρων εἰς τὸν οἶκον τὸν δρυμῶνα Λιβάνου καλούμενον. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκπώματα διὰ χρυσοῦ καὶ λίθου τὰ πρὸς τὴν ἑστίασιν ὡς ἔνι μάλιστα φιλοτεχνῶν κατεσκεύασε καὶ τὴν ἄλλην τῶν σκευῶν δαψίλειαν χρυσέαν ἅπασαν ἐμηχανήσατο· οὐδὲν γὰρ ἦν ὅ τις ἀργύρῳ ἐπίπρασκεν ἢ πάλιν ἐωνεῖτο, ἀλλὰ πολλαὶ γὰρ ἦσαν ναῦς, ἃς ὁ βασιλεὺς ἐν τῇ Ταρσικῇ λεγομένῃ θαλάττῃ καταστήσας παραγαγεῖν εἰς τὰ ἐνδοτέρω τῶν ἐθνῶν παντοίαν ἐμπορίαν προσέταξεν, ὧν ἐξεμπολουμένων ἄργυρός τε καὶ χρυσὸς ἐκομίζετο τῷ βασιλεῖ καὶ πολὺς ἐλέφας Αἰθίοπές τε καὶ πίθηκοι. τὸν δὲ πλοῦν ἀπιοῦσαί τε καὶ ἐπανερχόμεναι τρισὶν ἔτεσιν ἤνυον. Φήμη δὲ λαμπρὰ πᾶσαν ἐν κύκλῳ τὴν χώραν περιήρχετο διαβοῶσα τὴν Σολόμωνος ἀρετὴν καὶ σοφίαν, ὡς τούς τε πανταχοῦ βασιλεῖς ἐπιθυμεῖν εἰς ὄψιν αὐτῷ παραγενέσθαι τοῖς λεγομένοις διʼ ὑπερβολὴν ἀπιστοῦντας, καὶ δωρεαῖς μεγάλαις προσεμφανίζειν τὴν περὶ αὐτὸν σπουδήν·