Ancient Greek · ~7 min
178 to 183
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 178-4-183
Not analysed yet
ἀγαθὸς δʼ ἦν καὶ οὐδὲν ὅμοιος τῷ πατρὶ τὴν φύσιν. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἐλισσαίου τοῦ προφήτου γηραιοῦ μὲν ἤδη τυγχάνοντος εἰς δὲ νόσον ἐμπεπτωκότος ἧκεν ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς πρὸς αὐτὸν ἐπισκεψόμενος. καταλαβὼν δὲ αὐτὸν ἐν ἐσχάτοις ὄντα κλαίειν ἤρξατο καὶ ποτνιᾶσθαι καὶ πατέρα τε ἀποκαλεῖν καὶ ὅπλον· διʼ αὐτὸν γὰρ μηδέποτε χρήσασθαι πρὸς τοὺς ἐχθροὺς ὅπλοις, ἀλλὰ ταῖς ἐκείνου προφητείαις ἀμαχητὶ κρατεῖν τῶν πολεμίων· νῦν δʼ ἀπιέναι μὲν αὐτὸν ἐκ τοῦ ζῆν, καταλείπειν δʼ ἐξωπλισμένον τοῖς Σύροις καὶ τοῖς ἀπʼ αὐτῶν πολεμίοις. οὐδʼ αὐτῷ τοίνυν ζῆν ἔτι ἀσφαλὲς ἔλεγεν, ἀλλὰ καλῶς ἔχειν συνεξορμᾶν αὐτῷ καὶ συναπαίρειν ἐκ τοῦ βίου. ταῦτʼ ὀδυρόμενον Ἐλισσαῖος παρεμυθεῖτο τὸν βασιλέα καὶ τόξον ἐκέλευσεν αὐτῷ κομισθὲν ἐντεῖναι τοῦτο. ποιήσαντος οὖν εὐτρεπὲς τοῦ βασιλέως τὸ τόξον, ἐπιλαβόμενον τῶν χειρῶν αὐτοῦ ἐκέλευσεν αὐτὸν τοξεύειν. τρία βέλη δʼ αὐτοῦ προεμένου εἶτα δʼ ἀναπαυσαμένου πλείω μέν ,εἶπεν, ἀφεὶς ἐκ ῥιζῶν ἂν τὴν τῶν Σύρων βασιλείαν ἐξεῖλες, ἐπεὶ δὲ τρισὶν ἠρκέσθης μόνοις, τοσαύταις καὶ μάχαις κρατήσεις συμβαλὼν τοῖς Σύροις, ἵνα τὴν χώραν ἣν ἀπετέμοντο τοῦ σοῦ πατρὸς ἀνακτήσῃ· καὶ ὁ μὲν βασιλεὺς τοῦτʼ ἀκούσας ἀπηλλάγη. μετʼ οὐ πολὺ δὲ καὶ ὁ προφήτης ἀπέθανεν ἀνὴρ ἐπὶ δικαιοσύνῃ διαβόητος καὶ φανερῶς σπουδασθεὶς ὑπὸ τοῦ θεοῦ· θαυμαστὰ γὰρ καὶ παράδοξα διὰ τῆς προφητείας ἐπεδείξατο ἔργα καὶ μνήμης λαμπρᾶς παρὰ τοῖς Ἑβραίοις ἀξιωθέντα. ἔτυχε δὲ καὶ ταφῆς μεγαλοπρεποῦς καὶ οἵας εἰκὸς ἦν τὸν οὕτω θεοφιλῆ μεταλαβεῖν. συνέβη δὲ καὶ τότε, λῃστῶν τινων ῥιψάντων εἰς τὸν Ἐλισσαίου τάφον ὃν ἦσαν ἀνῃρηκότες, τὸν νεκρὸν τῷ σώματι αὐτοῦ προσκολληθέντα ἀναζωπυρῆσαι. καὶ τὰ μὲν περὶ Ἐλισσαίου τοῦ προφήτου, ζῶν τε ὅσα προεῖπε καὶ ὡς μετὰ τὴν τελευτὴν ἔτι δύναμιν εἶχε θείαν, ἤδη δεδηλώκαμεν.