Ancient Greek · ~2 min
18 to 19
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 18-2-19
Not analysed yet
Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας. ἐπανελθόντος δὲ μετʼ αὐτῶν ὁ βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόν οὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν ἐμὲ μηδʼ ἐξελεύσεσθαί ποτʼ ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην;