Ancient Greek
18 to 24
Flavius Josephus, Jewish Antiquities 18-4-24
Not analysed yet
Τοιαῦτα κατὰ τὸ συμφέρον ὑποτεινόντων Ὑρκανὸς πόθον εἶχεν ἀπιέναι, καὶ γράφων Ἡρώδης παρεκάλει δεῖσθαι Φραάτου καὶ τῶν ἐκεῖ Ἰουδαίων μὴ φθονῆσαι δυνάμει κοινὴν ἕξοντι τὴν βασιλείαν· ἄρτι γὰρ εἶναι καιρὸν αὐτῷ μὲν ἐκτῖσαι τὰς χάριτας ὧν εὖ πάθοι καὶ τραφεὶς ὑπʼ αὐτοῦ καὶ περισωθείς, ἐκείνῳ δὲ κομίζεσθαι. ταῦτα γράφων Ὑρκανῷ πέμπει καὶ παρὰ τὸν Φραάτην πρεσβευτὴν Σαραμάλλαν καὶ δῶρα πλείω, μὴ διακωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας ὁμοίως φιλανθρωπευόμενον. ἦν δʼ οὐκ ἐντεῦθεν ἡ σπουδή, διὰ δὲ τὸ μὴ κατʼ ἀξίαν αὐτὸς ἄρχειν δεδοίκει τὰς ἐξ εὐλόγων μεταβολὰς καὶ τὸν Ὑρκανὸν ὑποχείριον ἔχειν ἔσπευδεν ἢ καὶ παντάπασιν ἐκποδὼν ποιήσασθαι· τοῦτο γὰρ ἔπραξεν ἐν ὑστέρῳ. Τότε μέντοι γε ἐπειδὴ παρῆν πεπεισμένος ἐφέντος τε τοῦ Πάρθου καὶ τῶν Ἰουδαίων χρήματα παρασχομένων, ἁπάσῃ τιμῇ δεξάμενος αὐτὸν ἔν τε τοῖς συλλόγοις τὸν πρῶτον ἔνεμε τόπον καὶ παρὰ τὰς ἑστιάσεις προκατακλίνων ἐξηπάτα πατέρα καλῶν καὶ παντοδαπῶς τὸ τῆς ἐπιβουλῆς ἀνύποπτον πραγματευόμενος. ὑποκαθίστατο δὲ καὶ τἆλλα πρὸς τὸ συμφέρον τῆς ἀρχῆς, ἐξ ὧν αὐτῷ καὶ τὰ περὶ τὴν οἰκίαν ἐστασιάσθη· φυλαττόμενος γάρ τινα τῶν ἐπισήμων ἀποδεικνύειν ἀρχιερέα τοῦ θεοῦ, μεταπεμψάμενος ἐκ τῆς Βαβυλῶνος ἱερέα τῶν ἀσημοτέρων Ἀνάνηλον ὀνόματι τούτῳ τὴν ἀρχιερωσύνην δίδωσιν. Εὐθὺς οὖν οὐκ ἤνεγκεν Ἀλεξάνδρα τὴν ἐπήρειαν, θυγάτηρ μὲν Ὑρκανοῦ, γυνὴ δὲ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου βασιλέως, ἐξ Ἀλεξάνδρου παῖδας ἔχουσα τὸν μὲν ὥρᾳ κάλλιστον Ἀριστόβουλον καλούμενον, τὴν δὲ Ἡρώδῃ συνοικοῦσαν Μαριάμμην εὐμορφίᾳ διάσημον. ἐτετάρακτο δὲ καὶ χαλεπῶς ἔφερεν τὴν ἀτιμίαν τοῦ παιδός, εἰ περιόντος ἐκείνου τῶν ἐπικλήτων τις ἀξιοῦται τῆς ἀρχιερωσύνης, καὶ γράφει Κλεοπάτρᾳ μουσουργοῦ τινος αὐτῇ συμπραγματευομένου τὰ περὶ τὴν κομιδὴν τῶν γραμμάτων αἰτεῖσθαι παρʼ Ἀντωνίου τῷ παιδὶ τὴν ἀρχιερωσύνην.