Ancient Greek · ~2 min
187 to 188
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 187-3-188
Not analysed yet
ὁ δὲ προσκυνήσας τὸν βασιλέα καὶ τοὺς λόγους ἀσπασάμενος ἐξώρμησεν εἰς τὴν Γεσσούραν παραυτίκα καὶ τὸν Ἀψάλωμον παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα. Προέπεμψε δὲ ὁ βασιλεὺς πρόσθεν πρὸς τὸν υἱόν, ἤκουσε γὰρ παραγενόμενον, καὶ πρὸς ἑαυτὸν ἐκέλευσε χωρεῖν· οὔπω γὰρ οὕτως ἔχειν ὥστʼ εὐθὺς ἰδεῖν κατελθόντα. καὶ ὁ μὲν τοῦτο τοῦ πατρὸς κελεύσαντος ἐξέκλινε τὴν ὄψιν αὐτοῦ καὶ διετέλει τῆς παρὰ τῶν οἰκείων θεραπείας τυγχάνων.