Ancient Greek · ~7 min
191 to 197
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 191-197
Not analysed yet
Ἁβράμῳ μὲν οὖν ἕκτον ἤδη καὶ ὀγδοηκοστὸν ἔτος γεγονότι ὁ προειρημένος ἐγεννήθη, εἰς ἔνατον δʼ αὐτῷ καὶ ἐνενηκοστὸν παρελθόντι ἐπιφανεὶς ὁ θεὸς ἀπήγγειλεν, ὡς παῖς αὐτῷ ἐκ Σάρρας ἔσοιτο· κελεύει δʼ αὐτὸν καλέσαι Ἴσακον δηλῶν ἐσόμενα ἔθνη μεγάλα ἀπʼ αὐτοῦ καὶ βασιλεῖς, καὶ ὅτι πολεμήσαντες καθέξουσι τὴν Χαναναίαν ἅπασαν ἀπὸ Σιδῶνος μέχρι Αἰγύπτου, προσέταξέ τε βουλόμενος τὸ ἀπʼ αὐτοῦ γένος μένειν τοῖς ἄλλοις οὐ συμφυρόμενον περιτέμνεσθαι τὰ αἰδοῖα καὶ τοῦτο ποιεῖν ὀγδόῃ ἡμέρᾳ μετὰ τὸ γεννηθῆναι. τὴν αἰτίαν δὲ τῆς περιτομῆς ἡμῶν ἐν ἄλλοις δηλώσω. πυθομένῳ δὲ Ἁβράμῳ καὶ περὶ τοῦ Ἰσμαήλου, εἰ ζήσεται, πολυχρόνιόν τε ἀπεσήμαινεν ὁ θεὸς καὶ μεγάλων ἐθνῶν πατέρα. καὶ Ἅβραμος μὲν ἐπὶ τούτοις εὐχαριστήσας τῷ θεῷ περιτέμνεται παραχρῆμα καὶ πάντες οἱ παρʼ αὐτοῦ καὶ ὁ παῖς Ἰσμαῆλος, οὗ κατʼ ἐκείνην τὴν ἡμέραν τρισκαιδέκατον ἔτος ἔχοντος αὐτὸς ἐνενηκοστὸν πρὸς τοῖς ἐννέα διῆγεν. Ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλήθει καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς, ὡς μηκέτι μεμνῆσθαι τῶν παρʼ αὐτοῦ γενομένων ὠφελειῶν, εἶναί τε μισόξενοι καὶ τὰς πρὸς ἄλλους ὁμιλίας ἐκτρέπεσθαι. χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι. Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους, ἐκαθέζετο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὑτοῦ αὐλῆς, καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρʼ αὐτῷ καταχθέντας παρεκάλει ξενίας μεταλαβεῖν. ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν εὐθὺς ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς ὑπὸ τῇ δρυῒ κατακειμένοις· οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι δὲ καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτʼ εἴη Σάρρα. τοῦ δʼ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην.