Ancient Greek · ~3 min
191 to 192
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 191-3-192
Not analysed yet
ὁ δʼ εἶναι μὲν ἕτοιμος ἔλεγεν ὑπηρετεῖν αὐτῶν τῇ προαιρέσει, ὑφορᾶσθαι δέ, μὴ κατάδηλοι τῷ βασιλεῖ γενηθέντες ἐκ τῆς τῶν σωμάτων ἰσχνότητος καὶ τῆς τροπῆς τῶν χαρακτήρων, συμμεταβάλλειν γὰρ αὐτοῖς ἀνάγκη τὰ σώματα καὶ τὰς χρόας ἅμα τῇ διαίτῃ, καὶ μάλιστα τῶν ἄλλων παίδων εὐπαθούντων ἐλεγχθέντες αἴτιοι κινδύνου καὶ τιμωρίας αὐτῷ καταστῶσιν. ἔχοντα τοίνυν πρὸς τοῦτʼ εὐλαβῶς τὸν Ἀσχάνην πείθουσιν ἐπὶ δέκα ἡμέρας ταῦτα παρασχεῖν αὐτοῖς πείρας ἕνεκα καὶ μὴ μεταβαλούσης μὲν αὐτοῖς τῆς τῶν σωμάτων ἕξεως ἐπιμένειν τοῖς αὐτοῖς, ὡς οὐδὲν ἔτι εἰς αὐτὴν βλαβησομένων, εἰ δὲ μειωθέντας ἴδοι καὶ κάκιον τῶν ἄλλων ἔχοντας, ἐπὶ τὴν προτέραν αὐτοὺς δίαιταν ἄγειν.