Ancient Greek
193 to 197
Flavius Josephus, Jewish Antiquities 193-3-197
Not analysed yet
ἀλλʼ οὗτοι μὲν ὑπὸ φήμης τῶν περὶ τὸν Ἰωνάθην συμβεβηκότων ἔφθησαν πρὶν ἢ τοὺς ὑπὸ Τρύφωνος ἀπεσταλμένους ἀφικέσθαι φραξάμενοι τοῖς ὅπλοις ἐκ τῆς χώρας ἀπελθεῖν. οἱ δʼ ἐπʼ αὐτοὺς πεμφθέντες ἰδόντες ἑτοίμους ὑπὲρ τῶν ψυχῶν ἀγωνίζεσθαι μηδὲν αὐτοῖς ἐνοχλήσαντες πρὸς τὸν Τρύφωνα ὑπέστρεψαν. Οἱ δʼ ἐν τοῖς Ἱεροσολύμοις ἀκούσαντες τὴν Ἰωνάθου σύλληψιν καὶ τὴν τῶν σὺν αὐτῷ στρατιωτῶν ἀπώλειαν αὐτόν τε ἐκεῖνον ἐπὶ τοῖς συμβεβηκόσιν ὠλοφύροντο καὶ δεινὴ τἀνδρὸς ἐπιζήτησις παρὰ πᾶσιν ἦν, δέος τε μέγα καὶ κατὰ λόγον αὐτοῖς ἐμπεσὸν ἐλύπει, μὴ τῆς Ἰωνάθου ἀνδρείας ἅμα καὶ προνοίας ἀφῃρημένων τὰ πέριξ ἔθνη χαλεπῶς ἔχοντα πρὸς αὐτοὺς καὶ διὰ Ἰωνάθην ἠρεμοῦντα νῦν αὐτοῖς ἐπισυστῇ καὶ πολεμοῦντες εἰς τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἀναγκάζωνται καθίστασθαι. καὶ δὴ τοῦτʼ αὐτοῖς ὡς ὑπενόουν συνέπεσεν· τὸν γὰρ Ἰωνάθου ἀκούσαντες θάνατον οἱ ἐκ τῶν ἐθνῶν πολεμεῖν ἤρξαντο τοὺς Ἰουδαίους ὡς ἀποροῦντας ἡγεμόνος. αὐτὸς δʼ ὁ Τρύφων δύναμιν συναγαγὼν γνώμην εἶχεν ἀναβὰς εἰς τὴν Ἰουδαίαν πολεμεῖν τοὺς ἐν αὐτῇ. Σίμων δʼ ὁρῶν πρὸς ταῦτα τοὺς Ἱεροσολυμίτας καταπεπληγότας, βουλόμενος αὐτοὺς εἰς τὸ ὑποστῆναι προθύμως ἐπιόντα τὸν Τρύφωνα θαρραλεωτέρους ποιῆσαι τῷ λόγῳ, συγκαλέσας τὸν δῆμον εἰς τὸν ἱερὸν ἐντεῦθεν αὐτοὺς παρακαλεῖν ἤρξατο·