Ancient Greek · ~5 min
195 to 199
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 195-2-199
Not analysed yet
καὶ τῆς μὲν πρώτης τάξεως, ἐπεὶ τῷ δέει πλησίον αὐτοῦ καὶ λίαν ἐγγὺς ἐδόκει, ἐποίησε γὰρ αὐτὸν ὁπλοφόρον, μεταστήσας ἀποδείκνυσι χιλίαρχον δοὺς αὐτῷ χώραν ἀμείνονα μὲν ἀσφαλεστέραν δὲ ὡς ἐνόμιζεν αὑτῷ· ἐβούλετο γὰρ εἰς τοὺς πολεμίους αὐτὸν ἐκπέμπειν καὶ τὰς μάχας ὡς ἐν τοῖς κινδύνοις τεθνηξόμενον. Δαυίδης δὲ πανταχοῦ τὸν θεὸν ἐπαγόμενος ὅποι ποτʼ ἀφίκοιτο κατώρθου καὶ διευπραγῶν ἐδείκνυτο, ὡς διʼ ὑπερβολὴν τῆς ἀνδρείας τόν τε λαὸν αὐτοῦ καὶ τὴν Σαούλου θυγατέρα παρθένον ἔτι οὖσαν λαβεῖν ἔρωτα καὶ τοῦ πάθους ὑπερκρατοῦντος γενέσθαι φανερὰν καὶ διαβληθῆναι πρὸς τὸν πατέρα. ὁ δʼ ὡς ἀφορμῇ χρησάμενος τῆς ἐπὶ Δαυίδην ἐπιβουλῆς ἡδέως ἤκουσε καὶ δώσειν προθύμως αὐτῷ τὴν παρθένον πρὸς τοὺς τὸν ἔρωτα μηνύσαντας αὐτῆς ἔφη γενησόμενον ἀπωλείας καὶ κινδύνων αἴτιον αὐτῷ ληψομένῳ· κατεγγυῶ γὰρ, εἶπεν, αὐτῷ τὸν τῆς θυγατρός μου γάμον, ἂν ἑξακοσίας μοι κομίσῃ κεφαλὰς τῶν πολεμίων. ὁ δὲ καὶ γέρως οὕτω λαμπροῦ προτεθέντος καὶ βουλόμενος ἐπʼ ἔργῳ παραβόλῳ καὶ ἀπίστῳ λαβεῖν κλέος ὁρμήσει μὲν ἐπὶ τὴν πρᾶξιν, διαφθαρήσεται δὲ ὑπὸ τῶν Παλαιστίνων καὶ χωρήσει μοι τὰ κατʼ αὐτὸν εὐπρεπῶς· ἀπαλλαγήσομαι γὰρ αὐτοῦ διʼ ἄλλων αὐτὸν ἀλλʼ οὐχὶ διʼ ἐμαυτοῦ κτείνας. διάπειραν δὴ τῆς τοῦ Δαυίδου διανοίας κελεύει τοὺς οἰκέτας λαμβάνειν, πῶς ἔχει πρὸς τὸ γῆμαι τὴν κόρην. οἱ δʼ ἤρξαντο διαλέγεσθαι πρὸς αὐτόν, ὅτι στέργει μὲν αὐτὸν ὁ βασιλεὺς Σαοῦλος καὶ ὁ λαὸς ἅπας, βούλεται δʼ αὐτῷ κηδεῦσαι τὴν θυγατέρα.