Ancient Greek
196 to 201
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 196-3-201
Not analysed yet
τούτοις δημαγωγῶν τὸ πλῆθος ὡς βεβαίαν ἤδη τὴν παρὰ τῶν ὄχλων εὔνοιαν ἐνόμιζε, μετὰ δὲ τὴν τοῦ πατρὸς αὐτοῦ καταλλαγὴν τεσσάρων ἐτῶν ἤδη διεληλυθότων, ἐδεῖτο προσελθὼν εἰς Γιβρῶνα συγχωρῆσαι πορευθέντι θυσίαν ἀποδοῦναι τῷ θεῷ· φεύγοντα γὰρ αὐτὸν εὔξασθαι. τοῦ δὲ Δαυίδου τὴν ἀξίωσιν ἐφέντος πορεύεται, καὶ πολὺς ἐπισυνέρρευσεν ὄχλος ἐπὶ πολλοὺς αὐτοῦ διαπέμψαντος. Παρῆν δὲ καὶ ὁ Δαυίδου σύμβουλος ὁ Γελμωναῖος Ἀχιτόφελος καὶ διακόσιοί τινες ἐξ αὐτῶν Ἱεροσολύμων οὐκ εἰδότες μὲν τὴν ἐπιχείρησιν, ὡς δʼ ἐπὶ θυσίαν μετεσταλμένοι· καὶ βασιλεὺς ὑπὸ πάντων ἀποδείκνυται τοῦτο γενέσθαι στρατηγήσας. ὡς δʼ ἀπηγγέλη ταῦτα Δαυίδῃ καὶ παρʼ ἐλπίδας αὐτῷ τὰ παρὰ τοῦ παιδὸς ἠκούσθη, δείσας ἅμα καὶ τῆς ἀσεβείας καὶ τῆς τόλμης αὐτὸν θαυμάσας, ὅτι μηδὲ τῆς ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμης ἐμνημόνευσεν, ἀλλʼ ἐκείνων πολὺ χείροσι καὶ παρανομωτέροις ἐπεβάλετο βασιλείᾳ πρῶτον μὲν ὑπὸ θεοῦ οὐ δεδομένῃ, δεύτερον δὲ ἐπʼ ἀφαιρέσει τοῦ γεγεννηκότος, ἔγνω φεύγειν εἰς τὰ πέραν τοῦ Ἰορδάνου. καὶ συγκαλέσας τῶν φίλων τοὺς ἐπιτηδειοτάτους καὶ περὶ τῆς τοῦ παιδὸς ἀπονοίας κοινολογησάμενος αὐτοῖς καὶ περὶ πάντων ἐπιτρέψας κριτῇ τῷ θεῷ, καταλιπὼν τὰ βασίλεια φυλάσσειν δέκα παλλακίσιν ἀπῆρεν ἐκ τῶν Ἱεροσολύμων, τοῦ τε ἄλλου πλήθους αὐτῷ συνεξορμήσαντος καὶ τῶν ἑξακοσίων ὁπλιτῶν, οἳ καὶ τῆς πρώτης φυγῆς ἐκοινώνουν, ὅτʼ ἔζη Σαοῦλος. τὸν δὲ Ἀβιάθαρον καὶ Σάδωκον τοὺς ἀρχιερεῖς συναπαίρειν διεγνωκότας καὶ Λευίτας ἅπαντας μετὰ τῆς κιβωτοῦ μένειν ἔπεισεν, ὡς τοῦ θεοῦ καὶ μὴ μετακομιζομένης αὐτῆς ῥυσομένου. ἐνετείλατο δʼ ἕκαστα τῶν γινομένων λάθρα διαγγέλλειν αὐτῷ· πιστοὺς δʼ ἔσχε πρὸς πάντα διακόνους παῖδας Ἀχίμανον μὲν Σαδώκου Ἰωνάθην δὲ Ἀβιαθάρου. Ἔθις δʼ ὁ Γιτταῖος συνεξώρμησεν αὐτῷ βιασάμενος τὴν Δαυίδου βούλησιν, μένειν γὰρ αὐτὸν ἀνέπειθε, καὶ διὰ τοῦτο μᾶλλον εὔνους αὐτῷ κατεφάνη.