Ancient Greek · ~2 min
196 to 197
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 196-5-197
Not analysed yet
τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν, εἰ δὲ αὐτοῖς ἐκθοῖτο τὴν ὄψιν τοῦ ἐνυπνίου φράσειν τὸ σημεῖον ὑποσχομένων, θάνατον ἠπείλησεν αὐτοῖς, εἰ μὴ τὸ ὄναρ εἴποιεν, προσέταξε τε πάντας αὐτοὺς ἀναιρεθῆναι ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι. Δανίηλος δʼ ἀκούσας, ὅτι προσέταξε πάντας τοὺς σοφοὺς ὁ βασιλεὺς ἀποθανεῖν, ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν, πρόσεισιν Ἀριόχῃ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ.