Ancient Greek
197 to 204
Flavius Josephus, Jewish Antiquities 197-204
Not analysed yet
Φερώρᾳ δὲ συμβουλεύει Πτολεμαῖος ἤδη ποτὲ παυσαμένῳ τῆς εἰς τὸν ἀδελφὸν ἀτιμίας καταβαλεῖν τὸν ἔρωτα· καὶ γὰρ αἰσχρὸν εἶναι δούλης ἡττώμενον ἀποστερεῖν μὲν αὑτὸν τῆς εὐνοίας τῆς παρὰ βασιλέως, αἴτιον δὲ κἀκείνῳ ταραχῆς καὶ μίσους πρὸς αὐτὸν καθίστασθαι. ταῦτʼ ἐκεῖνος ἰδὼν λυσιτελήσοντα τῷ καὶ πρότερον ἐν διαβολαῖς γενόμενος συνεγνῶσθαι, τὴν μὲν ἄνθρωπον ἤδη καὶ παῖδα ἐξ αὐτῆς ἔχων ἀποπέμπεται, βασιλεῖ δʼ ὡμολόγει λήψεσθαι τὴν δευτέραν αὐτοῦ θυγατέρα καὶ τριακοστὴν ἡμέραν συνέθετο τοῦ γάμου, συνεπομνύμενος ὡς οὐδὲν ἔτι κοινώνημα πρὸς τὴν ἀποπεμφθεῖσαν ἔσται. διελθουσῶν δὲ τῶν τριάκοντα ἡμερῶν τοσοῦτον ἦν ἥττων τοῦ ἔρωτος, ὥστε μηδὲν μὲν ἔτι ποιῆσαι τῶν ὡμολογημένων, πάλιν δὲ διατελεῖν ἐπὶ τῇ πρώτῃ. ταῦτα φανερῶς ἤδη τὸν Ἡρώδην ἐλύπει καὶ πρὸς ὀργὴν ἦγεν. ἦσαν οὖν λόγοι τινὲς ἀεὶ παραπίπτοντες παρʼ αὐτοῦ, καὶ πολλοὶ τὴν ὀργὴν τοῦ βασιλέως ἀφορμὴν τῶν κατὰ Φερώρου διαβολῶν ἐποιοῦντο. διέλειπεν δὲ οὐκ ἔσθʼ ἥτις ἡμέρα οὐδʼ ὥρα, καθʼ ἣν ἀτρεμεῖν αὐτῷ συνέβαινεν, ἀλλʼ ἀεί τι προσέπιπτεν καινῶν ἀγωνισμάτων συγγενῶν καὶ φιλτάτων εἰς ἀλλήλους πεποιημένων. τοῦτο μὲν γὰρ ἡ Σαλώμη χαλεπὴ καὶ δύσνους οὖσα τοῖς ἐκ Μαριάμμης οὐδὲ τὴν ἑαυτῆς θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ θατέρῳ τῶν νεανίσκων εἴα τῇ τοῦ γάμου πρὸς ἐκεῖνον εὐνοίᾳ χρῆσθαι, λέγειν τε εἴ τι λαλήσειεν κατʼ ἰδίαν ἀναπείθουσα καὶ μηνύειν ἑαυτῇ κἀν τοῖς προσκρούμασιν, οἷα συμβαίνει, πολλὰς ὑποψίας εἰσάγουσα. διʼ ὧν αὐτὴ μὲν ἅπαντα τὰ κατʼ ἐκείνους ἐμάνθανεν, δύσνουν δὲ τὴν παῖδα τῷ νεανίσκῳ πεποιήκει. χαριζομένη δʼ ἐκείνη τῇ μητρὶ πολλάκις ἔλεγεν, ὡς μέμνηνται μὲν ἰδιάζοντες ἐκεῖνοι τῆς Μαριάμμης, ἐστυγήκασι δὲ τὸν πατέρα, συνεχὲς δὲ διαπειλοῦσιν, εἰ τύχοιεν αὐτοί ποτε τῆς ἀρχῆς, τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδῃ γεγενημένους κωμογραμματεῖς καταστήσειν· ἁρμόσειν γὰρ εἰς τοιαύτην χρείαν τὸ νῦν ἐπιμελὲς αὐτῶν καὶ πρὸς παιδείαν ἐσπουδασμένον. τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι.