Ancient Greek · ~7 min
2 to 8
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 2-3-8
Not analysed yet
καὶ τότε μὲν ἐπʼ εὐχαριστίας καὶ θυσίας ὁ βασιλεὺς τρέπεται τοῦ θεοῦ· μετὰ ταῦτα δὲ τὴν χώραν ὥρμησεν περιερχόμενος ἐν κύκλῳ πᾶσαν ὅσης αὐτὸς ἐπῆρχε τὸν λαὸν ἐκδιδάσκειν τά τε νόμιμα τὰ διὰ Μωσήους ὑπὸ θεοῦ δοθέντα καὶ τὴν εὐσέβειαν τὴν πρὸς αὐτόν. καὶ δικαστὰς ἀποδείξας ἐν ἑκάστῃ πόλει τῶν βασιλευομένων ὑπʼ αὐτοῦ παρεκελεύσατο μηδενὸς οὕτως ὡς τοῦ δικαίου προνοουμένους κρίνειν τοῖς ὄχλοις μήτε δώρων μήτε ἀξιώματος τῶν ἐν ὑπεροχῇ διὰ πλοῦτον ἢ γένος εἶναι δοκούντων, βραβεύειν δὲ ἅπασι τὸ ἴσον ἐπισταμένους, ὅτι καὶ τῶν κρύφα πραττομένων ἕκαστον ὁ θεὸς βλέπει. ταῦτα διδάξας κατὰ πόλιν ἑκάστην τῶν δύο φυλῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, κατέστησε δὲ καὶ ἐν τούτοις κριτὰς ἐκ τῶν ἱερέων καὶ τῶν Ληουιτῶν καὶ τῶν τὰ πρῶτα τοῦ πλήθους φερομένων παραινέσας ἐπιμελεῖς καὶ δικαίας ποιεῖσθαι πάσας τὰς κρίσεις· ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων· μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν ᾗ τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν ὁ βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας. ἄρχοντας δʼ αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ ὁ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐστράτευον ἐπʼ αὐτὸν Μωαβῖται καὶ Ἀμμανῖται συμπαραλαβόντες καὶ Ἀράβων μεγάλην μοῖραν, καὶ καταστρατοπεδεύονται πρὸς Ἐγγάδῃ πόλει κειμένῃ πρὸς τῇ Ἀσφαλτίδι λίμνῃ τριακοσίους ἀπεχούσῃ σταδίους τῶν Ἱεροσολύμων· γεννᾶται δʼ ἐν αὐτῇ φοίνιξ ὁ κάλλιστος καὶ ὀποβάλσαμον. ἀκούσας δʼ Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπʼ αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας·