Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 20-2
Not analysed yet
ἄνδρες, γὰρ εἶπεν, οἷς ἔτι νῦν βαρεῖς μὲν πολέμιοι Παλαιστῖνοι, θεὸς δʼ εὐμενὴς ἄρχεται γίνεσθαι καὶ φίλος, οὐκ ἐπιθυμεῖν ἐλευθερίας δεῖ μόνον, ἀλλὰ καὶ ποιεῖν διʼ ὧν ἂν ἔλθοι πρὸς ὑμᾶς, οὐδὲ βούλεσθαι μὲν ἀπηλλάχθαι δεσποτῶν ἐπιμένειν δὲ πράττοντας ἐξ ὧν οὗτοι διαμενοῦσιν·