Ancient Greek · ~7 min
202 to 208
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 202-2-208
Not analysed yet
Ἐπέδειξε δὲ ὁ θεὸς αὑτὸν ἡσθέντα τῷ ἔργῳ τῶν Ἑβραίων καὶ μὴ μάτην αὐτοὺς πονήσαντας ὑπερηφανίᾳ τῆς χρήσεως, ἀλλʼ ἐπεξενώθη καὶ κατεσκήνωσε τῷ ναῷ τούτῳ. τὴν δὲ παρουσίαν οὕτως ἐποίησεν· ὁ μὲν οὐρανὸς καθαρὸς ἦν, ὑπὲρ δὲ τὴν σκηνὴν μόνην ἤχλυσεν οὔτε βαθεῖ πάνυ νέφει καὶ πυκνῷ περιλαβὼν αὐτήν, ὥστʼ εἶναι δόξαι χειμέριον, οὔτε μὴν λεπτὸν οὕτως, ὥστε τὴν ὄψιν ἰσχύσαι τι διʼ αὐτοῦ κατανοῆσαι· ἡδεῖα δὲ ἀπʼ αὐτοῦ δρόσος ἔρρει καὶ θεοῦ δηλοῦσα παρουσίαν τοῖς τοῦτο καὶ βουλομένοις καὶ πεπιστευκόσι. Μωυσῆς δὲ τοὺς τέκτονας οἵαις εἰκὸς ἦν δωρεαῖς τοὺς τοιαῦτα ἐργασαμένους τιμήσας ἔθυεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ κατὰ προσταγὴν θεοῦ ταῦρον καὶ κριὸν καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων, καὶ δὴ, λέγειν γὰρ ἐν τοῖς περὶ θυσιῶν μέλλω τὰ πρασσόμενα περὶ τὰς ἱερουργίας ἐν ἐκείνοις δηλώσων περί τε ὧν ὁλοκαυτεῖν κελεύει καὶ ὧν μεταλαμβάνειν τῆς βρώσεως ἐφίησιν ὁ νόμος, κἀκ τοῦ αἵματος τῶν τεθυμένων τήν τε στολὴν τοῦ Ἀαρῶνος καὶ αὐτὸν σὺν τοῖς παισὶν ἔρραινεν ἀφαγνίσας πηγαίοις τε ὕδασι καὶ μύρῳ, ἵνα τοῦ θεοῦ γίγνοιντο. ἐπὶ μὲν οὖν ἡμέρας ἑπτὰ τοῦτον τὸν τρόπον αὐτούς τε καὶ τὰς στολὰς ἐθεράπευε τήν τε σκηνὴν καὶ τὰ περὶ αὐτὴν σκεύη ἐλαίῳ τε προσχριομένῳ, καθὼς εἶπον, καὶ τῷ αἵματι τῶν ταύρων καὶ κριῶν σφαγέντων καθʼ ἑκάστην ἡμέραν ἑνὸς κατὰ γένος, τῇ δὲ ὀγδόῃ κατήγγειλεν ἑορτὴν τῷ λαῷ καὶ θύειν προσέταξε κατὰ δύναμιν. οἱ δʼ ἀλλήλοις ἁμιλλώμενοι καὶ ὑπερβάλλειν φιλοτιμούμενοι τὰς θυσίας, ἃς ἕκαστος ἐπιφέροι, τοῖς λεγομένοις ὑπήκουον. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ αἰφνίδιον ἐξ αὐτοῦ πῦρ ἀνήφθη αὐτόματον, καὶ ὅμοιον ἀστραπῆς λαμπηδόνι ὁρώμενον τῇ φλογὶ πάντα ἐδαπάνα τὰ ἐπὶ τοῦ βωμοῦ. Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπʼ ἀνθρώπῳ καὶ πατρί, γενναίως δʼ ὑπʼ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι·