Ancient Greek
204 to 207
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 204-207
Not analysed yet
διαφεύγει δʼ αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός· Ζωὼρ ἔτι καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖοι τὸ ὀλίγον. ἐνταῦθα τοίνυν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν. Αἱ δὲ παρθένοι πᾶν ἠφανίσθαι τὸ ἀνθρώπινον ὑπολαβοῦσαι τῷ πατρὶ πλησιάζουσι προνοήσασαι λαθεῖν· ἐποίουν δὲ τοῦτο ὑπὲρ τοῦ μὴ τὸ γένος ἐκλιπεῖν. γίνονται δὲ παῖδες ὑπὸ μὲν τῆς πρεσβυτέρας Μώαβος· εἴποι δʼ ἄν τις ἀπὸ πατρός. Ἄμμανον δʼ ἡ νεωτέρα ποιεῖται· γένους υἱὸν ἀποσημαίνει τὸ ὄνομα. καὶ κτίζει δʼ αὐτῶν ὁ μὲν Μωαβίτας μέγιστον ὄντας καὶ νῦν ἔθνος, Ἀμμανίτας δὲ ὁ ἕτερος· Συρίας τῆς κοίλης ἐστὶν ἀμφότερα. καὶ Λώτῳ μὲν τοιαύτην συνέβη τὴν ἐκ Σοδομιτῶν ἀναχώρησιν γενέσθαι. Ἅβραμος δὲ μετῴκησεν εἰς Γέραρα τῆς Παλαιστίνης ἐν ἀδελφῆς ἐπαγόμενος σχήματι τὴν Σάρραν, ὅμοια τοῖς πρὶν ὑποκρινάμενος διὰ τὸν φόβον· ἐδεδίει γὰρ Ἀβιμέλεχον τὸν βασιλέα τῶν ἐπιχωρίων· ὃς καὶ αὐτὸς ἐρασθεὶς τῆς Σάρρας φθείρειν οἷός τε ἦν.