Ancient Greek · ~7 min
206 to 212
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 206-212
Not analysed yet
δείσας δʼ ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τε τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν καὶ τοὺς τοκετοὺς αὐτῶν παρατηρεῖν τὰς Αἰγυπτίων μαίας· ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευε μαιοῦσθαι, αἳ διὰ συγγένειαν ἔμελλον μὴ παραβήσεσθαι τὴν τοῦ βασιλέως βούλησιν· τοὺς μέντοι καταφρονήσαντας τοῦ προστάγματος καὶ σώζειν λάθρα τολμήσαντας τὸ τεχθὲν αὐτοῖς ἀναιρεῖσθαι σὺν τῇ γενεᾷ προσέταξεν. δεινὸν οὖν τοῖς ὑπομένουσι τὸ πάθος, οὐ καθὸ παίδων ἀπεστεροῦντο καὶ γονεῖς ὄντες αὐτοὶ πρὸς τὴν ἀπώλειαν ὑπούργουν τῶν γεννωμένων, ἀλλὰ καὶ ἡ ἐπίνοια τῆς τοῦ γένους αὐτῶν ἐπιλείψεως, φθειρομένων μὲν τῶν τικτομένων, αὐτῶν δὲ διαλυθησομένων, χαλεπὴν αὐτοῖς καὶ δυσπαραμύθητον ἐποίει τὴν συμφοράν. καὶ οἱ μὲν ἦσαν ἐν τούτῳ τῷ κακῷ· κρατήσειε δʼ ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης οὐδὲ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος· ὅ τε γὰρ παῖς, ὃν προεῖπεν ὁ ἱερογραμματεύς, τρέφεται λαθὼν τὴν τοῦ βασιλέως φυλακὴν καὶ ἀληθὴς ἐπὶ τοῖς ἐξ αὐτοῦ γενησομένοις ὁ προειπὼν εὑρέθη. γίνεται δʼ οὕτως. Ἀμαράμης τῶν εὖ γεγονότων παρὰ τοῖς Ἑβραίοις, ὡς δεδιὼς ὑπὲρ τοῦ παντὸς ἔθνους, μὴ σπάνει τῆς ἐπιτραφησομένης νεότητος ἐπιλείπῃ, καὶ χαλεπῶς ἐπʼ αὐτῷ φέρων, ἐκύει γὰρ αὐτῷ τὸ γύναιον, ἐν ἀμηχάνοις ἦν, πρὸς ἱκετείαν τοῦ θεοῦ τρέπεται παρακαλῶν οἶκτον ἤδη τινὰ λαβεῖν αὐτὸν ἀνθρώπων μηδὲν τῆς εἰς αὐτὸν θρησκείας παραβεβηκότων δοῦναί τʼ ἀπαλλαγὴν αὐτοῖς ὧν παρʼ ἐκεῖνον ἐκακοπάθουν τὸν καιρὸν καὶ τῆς ἐπʼ ἀπωλείᾳ τοῦ γένους αὐτῶν ἐλπίδος. ὁ δὲ θεὸς ἐλεήσας αὐτὸν καὶ πρὸς τὴν ἱκεσίαν ἐπικλασθεὶς ἐφίσταται κατὰ τοὺς ὕπνους αὐτῷ καὶ μήτε ἀπογινώσκειν αὐτὸν περὶ τῶν μελλόντων παρεκάλει τήν τε εὐσέβειαν αὐτῶν ἔλεγε διὰ μνήμης ἔχειν καὶ τὴν ὑπὲρ αὐτῆς ἀμοιβὴν ἀεὶ παρέξειν, ἤδη μὲν καὶ τοῖς προγόνοις αὐτῶν δωρησάμενος τὸ γενέσθαι τοσοῦτον πλῆθος αὐτοὺς ἐξ ὀλίγων.