Ancient Greek · ~7 min
208 to 213
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 208-3-213
Not analysed yet
εἰδὼς οὖν τὴν αἰτίαν διʼ ἣν μετατίθησι τὴν αὑτοῦ γνώμην ἀπὸ Σολόμωνος ὁ θεὸς δίκαιος εἶναι πειρῶ καὶ φύλαττε τὰ νόμιμα, προκειμένου σοι τῆς εὐσεβείας καὶ τῆς πρὸς τὸν θεὸν τιμῆς ἄθλου μεγίστου τῶν ἁπάντων, γενήσεσθαι τηλικούτῳ ἡλίκον οἶσθα Δαυίδην γενόμενον. Ἐπαρθεὶς οὖν τοῖς τοῦ προφήτου λόγοις Ἱεροβόαμος φύσει θερμὸς ἂν νεανίας καὶ μεγάλων ἐπιθυμητὴς πραγμάτων οὐκ ἠρέμει. γενόμενος δʼ ἐν τῇ στρατηγίᾳ καὶ μεμνημένος τῶν ὑπὸ Ἀχία δεδηλωμένων εὐθὺς ἀναπείθειν ἐπεχείρει τὸν λαὸν ἀφίστασθαι Σολόμωνος καὶ κινεῖν καὶ παράγειν εἰς αὑτὸν τὴν ἡγεμονίαν. μαθὼν δὲ τὴν διάνοιαν αὐτοῦ καὶ τὴν ἐπιβολὴν Σολόμων ἐζήτει συλλαβὼν αὐτὸν ἀνελεῖν. φθάσας δὲ γνῶναι τοῦτο Ἱεροβόαμος πρὸς Ἴσακον φεύγει τὸν Αἰγυπτίων βασιλέα, καὶ μέχρι τῆς Σολόμωνος τελευτῆς ἐκεῖ μείνας τό τε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν ἐκέρδησε καὶ τὸ τῇ βασιλείᾳ φυλαχθῆναι. ἀποθνήσκει δὲ Σολόμων ἤδη γηραιὸς ὢν βασιλεύσας μὲν ὀγδοήκοντα ἔτη, ζήσας δὲ ἐνενήκοντα καὶ τέσσαρα· θάπτεται δὲ ἐν Ἱεροσολύμοις ἅπαντας ὑπερβαλὼν εὐδαιμονίᾳ τε καὶ πλούτῳ καὶ φρονήσει τοὺς βασιλεύσαντας, εἰ μὴ ὅσα γε πρὸς τὸ γῆρας ὑπὸ τῶν γυναικῶν ἀπατηθεὶς παρηνόμησε· περὶ ὧν καὶ τῶν διʼ αὐτὰς κακῶν συμπεσόντων Ἑβραίοις εὐκαιρότερον ἕξομεν διασαφῆσαι. Μετὰ δὲ τὴν Σολόμωνος τελευτὴν διαδεξαμένου τοῦ παιδὸς αὐτοῦ τὴν βασιλείαν Ῥοβοάμου, ὃς ἐκ γυναικὸς Ἀμμανίτιδος ὑπῆρχεν αὐτῷ γεγονὼς Νοομᾶς τοὔνομα, πέμψαντες εὐθὺς εἰς τὴν Αἴγυπτον οἱ τῶν ὄχλων ἄρχοντες ἐκάλουν τὸν Ἱεροβόαμον. ἀφικομένου δὲ πρὸς αὐτοὺς εἰς Σίκιμα πόλιν καὶ Ῥοβόαμος εἰς αὐτὴν παραγίνεται· δέδοκτο γὰρ αὐτὸν ἐκεῖσε συνελθοῦσι τοῖς Ἰσραηλίταις ἀποδεῖξαι βασιλέα. προσελθόντες οὖν οἵ τε ἄρχοντες αὐτῷ τοῦ λαοῦ καὶ Ἱεροβόαμος παρεκάλουν λέγοντες ἀνεῖναί τι τῆς δουλείας αὐτοῖς καὶ γενέσθαι χρηστότερον τοῦ πατρός· βαρὺν γὰρ ὑπʼ ἐκείνῳ ζυγὸν αὐτοὺς ὑπενεγκεῖν· εὐνούστεροι δὲ ἔσεσθαι πρὸς αὐτὸν καὶ ἀγαπήσειν τὴν δουλείαν διὰ τὴν ἐπιείκειαν ἢ διὰ τὸν φόβον.