Ancient Greek
210 to 215
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 210-215
Not analysed yet
παρακαλεῖ τε πρᾴως ἔχειν πρὸς αὐτὸν καὶ τὸν θεὸν εὐμενῆ ποιεῖν, παρʼ αὐτῷ τε μένειν βουλομένῳ πᾶσαν ἀφθονίαν ὑπάρξειν ἀπιέναι τε προαιρούμενον τεύξεσθαι πομπῆς καὶ πάντων ὅσων καὶ χρῄζων πρὸς αὐτὸν ἀφίκοιτο. ταῦτʼ εἰπόντος Ἅβραμος οὔτε τὴν συγγένειαν τῆς γυναικὸς ἐψεῦσθαι ἔλεγεν, ἀδελφοῦ γὰρ αὐτὴν εἶναι παῖδα, καὶ δίχα τοιαύτης ὑποκρίσεως οὐκ ἀσφαλῆ τὴν ἐπιδημίαν ὑπολαβεῖν. ὅσα τε ἐπὶ τῷ μηδὲν αἴτιος τῆς νόσου γεγονέναι προθυμηθῆναι δʼ αὐτοῦ περὶ τὴν σωτηρίαν, ἑτοίμως ἔφασκεν ἔχειν παρʼ αὐτῷ μένειν. καὶ Ἀβιμέλεχος τήν τε γῆν πρὸς αὐτὸν νέμεται καὶ τὰ χρήματα, καὶ συντίθενται ἀδόλως πολιτεύσεσθαι ὑπέρ τινος φρέατος ποιούμενοι τὸν ὅρκον, ὃ Βηρσουβαὶ καλοῦσιν· ὅρκιον δὲ φρέαρ λέγοιτʼ ἄν. οὕτω δʼ ἔτι καὶ νῦν ὑπὸ τῶν ἐπιχωρίων ὠνόμασται. Γίνεται δὲ Ἁβράμῳ μετʼ οὐ πολὺ καὶ παῖς ἐκ Σάρρας, ὡς αὐτῷ ὑπὸ τοῦ θεοῦ προείρητο, ὃν Ἴσακον ὠνόμασε· τοῦτο γέλωτα σημαίνει· διὰ μέντοι τὸ τὴν Σάρραν μειδιάσαι τέξεσθαι φήσαντος αὐτὴν τοῦ θεοῦ μὴ προσδοκῶσαν ἤδη τοκετοῦ πρεσβυτέραν οὖσαν τὸν υἱὸν οὕτως ἐκάλεσεν. αὐτὴ μὲν γὰρ ἐνενήκοντα εἶχεν ἔτη ἑκατὸν δὲ Ἅβραμος. τίκτεται δὲ παῖς ἑκατέρων τῷ ὑστάτῳ ἔτει, ὃν εὐθὺς μετʼ ὀγδόην ἡμέραν περιτέμνουσι, κἀξ ἐκείνου μετὰ τοσαύτας ἔθος ἔχουσιν οἱ Ἰουδαῖοι ποιεῖσθαι τὰς περιτομάς, Ἄραβες δὲ μετὰ ἔτος τρισκαιδέκατον· Ἰσμαῆλος γὰρ ὁ κτίστης αὐτῶν τοῦ ἔθνους Ἁβράμῳ γενόμενος ἐκ τῆς παλλακῆς ἐν τούτῳ περιτέμνεται τῷ χρόνῳ· περὶ οὗ τὸν πάντα λόγον ἐκθήσομαι μετὰ πολλῆς ἀκριβείας. Σάρρα δὲ γεννηθέντα τὸν Ἰσμαῆλον ἐκ τῆς δούλης αὐτῆς Ἀγάρης τὸ μὲν πρῶτον ἔστεργεν οὐδὲν ἀπολείπουσα τῆς πρὸς ἴδιον υἱὸν εὐνοίας, ἐτρέφετο γὰρ ἐπὶ τῇ τῆς ἡγεμονίας διαδοχῇ, τεκοῦσα δʼ αὐτὴ τὸν Ἴσακον οὐκ ἠξίου παρατρέφεσθαι τούτῳ τὸν Ἰσμαῆλον ὄντα πρεσβύτερον καὶ κακουργεῖν δυνάμενον τοῦ πατρὸς αὐτοῖς ἀποθανόντος.