Ancient Greek · ~3 min
216 to 218
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 216-4-218
Not analysed yet
καί μή σε, φησίν, ὁ ἥλιος ἐνταυθοῖ καταλάβῃ· οὐ γὰρ ἔτʼ ὄψεταί σε. φεῦγε δʼ ἕως τοῦτό σοι δύναται παρασχεῖν ἡ παροῦσα νύξ· καὶ ποιήσει δέ σοι ταύτην ὁ θεὸς μακροτέραν· ἴσθι γὰρ σαυτὸν ἂν εὑρεθῇς ὑπὸ τοῦ πατρὸς ἀπολούμενον. καὶ καθιμήσασα διὰ θυρίδος αὐτὸν ἐξέσωσεν· ἔπειτα σκευάσασα τὴν κλίνην ὡς ἐπὶ νοσοῦντι καὶ ὑποθεῖσα τοῖς ἐπιβολαίοις ἧπαρ αἰγός, ἅμʼ ἡμέρᾳ τοῦ πατρὸς ὡς αὐτὴν πέμψαντος ἐπὶ τὸν Δαυίδην ὠχλῆσθαι διὰ τῆς νυκτὸς εἶπε τοῖς παροῦσιν ἐπιδείξασα τὴν κλίνην κατακεκαλυμμένην καὶ τῷ πηδήματι τοῦ ἥπατος σαλεύοντι τὴν ἐπιβολὴν πιστωσαμένη τὸ κατακείμενον τὸν Δαυίδην ἀσθμαίνειν. ἀπαγγειλάντων δὲ τῶν πεμφθέντων, ὅτι γένοιτο διὰ τῆς νυκτὸς ἀσθενέστερος, ἐκέλευσεν οὕτως ἔχοντα κομισθῆναι· βούλεσθαι γὰρ αὐτὸν ἀνελεῖν. ἐλθόντες δὲ καὶ ἀνακαλύψαντες τὴν κλίνην καὶ τὸ σόφισμα τῆς γυναικὸς εὑρόντες ἀπήγγειλαν τῷ βασιλεῖ.