Ancient Greek · ~2 min
216 to 217
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 216-5-217
Not analysed yet
ἔτος ἤδη τέταρτον πρὸς τοῖς δέκα βασιλεύοντος Ἱεροβοάμου, τῶν δύο φυλῶν ἐβασίλευσεν ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἀχίας μὲν τοὔνομα ἀστῆς δὲ τὸ γένος. ἀγαθὸς δὲ ἦν καὶ δίκαιος τὴν φύσιν καὶ μεγαλόφρων καὶ προνοῆσαι τῶν πραγμάτων φιλοπονώτατος. στρατευσάμενος δὲ καὶ ἐπὶ Παλαιστίνους καὶ νικήσας μάχῃ πόλεις αὐτῶν ἔλαβε κατὰ κράτος Γίτταν καὶ Ἰάμνειαν καὶ κατέσκαψεν αὐτῶν τὰ τείχη. μετὰ δὲ ταύτην τὴν στρατείαν ἐπῆλθε τοῖς τῇ Αἰγύπτῳ γειτνιῶσιν Ἄραψι καὶ πόλιν κτίσας ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐγκατέστησεν αὐτῇ φρουράν.