Ancient Greek · ~6 min
219 to 224
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 219-5-224
Not analysed yet
Πληγέντες δʼ ὑπὸ τῶν λόγων καὶ ἀλγήσαντες ὡς ἐπὶ πείρᾳ τοῖς εἰρημένοις ἠγανάκτησαν καὶ μέγα πάντες ἐκβοήσαντες οὐκέτι οὐδὲν αὐτοῖς οὐδὲ συγγενὲς πρὸς Δαυίδην καὶ τοὺς ἀπʼ αὐτοῦ μετʼ ἐκείνην ἔφασαν τὴν ἡμέραν· παραχωρεῖν δʼ αὐτῷ μόνον τὸν ναὸν ὃν ὁ πάππος αὐτοῦ κατεσκεύασεν εἰπόντες καταλείψειν ἠπείλησαν. οὕτως δʼ ἔσχον πικρῶς καὶ τὴν ὀργὴν ἐτήρησαν, ὡς πέμψαντος αὐτοῦ τὸν ἐπὶ τῶν φόρων Ἀδώραμον, ἵνα καταπραΰνῃ καὶ συγγνόντας τοῖς εἰρημένοις, εἴ τι προπετὲς καὶ δύσκολον ἦν ἐν αὐτοῖς, ποιήσῃ μαλακωτέρους, οὐχ ὑπέμειναν, ἀλλὰ βάλλοντες αὐτὸν λίθοις ἀπέκτειναν. ταῦτʼ ἰδὼν Ῥοβόαμος καὶ νομίσας αὑτὸν βεβλῆσθαι τοῖς λίθοις, οἷς τὸν ὑπηρέτην ἀπέκτεινεν αὐτοῦ τὸ πλῆθος, δείσας μὴ καὶ ἔργῳ πάθῃ τὸ δεινὸν ἐπιβὰς εὐθὺς ἐπὶ ἅρματος ἔφυγεν εἰς Ἱεροσόλυμα. καὶ ἡ μὲν Ἰούδα φυλὴ καὶ ἡ Βενιαμίδος χειροτονοῦσιν αὐτὸν βασιλέα, τὸ δὲ ἄλλο πλῆθος ἀπʼ ἐκείνης τῆς ἡμέρας τῶν Δαυίδου παίδων ἀποστὰν τὸν Ἱεροβόαμον ἀπέδειξε τῶν πραγμάτων κύριον. Ῥοβόαμος δὲ ὁ Σολόμωνος παῖς ἐκκλησίαν ποιήσας τῶν δύο φυλῶν, ἃς εἶχεν ὑπηκόους, οἷός τε ἦν λαβὰν ὀκτωκαίδεκα παρʼ αὐτῶν στρατοῦ μυριάδας ἐπιλέκτους ἐξελθεῖν ἐπὶ τὸν Ἱεροβόαμον καὶ τὸν λαόν, ὅπως πολεμήσας ἀναγκάσῃ δουλεύειν αὐτῷ. κωλυθεὶς δʼ ὑπὸ τοῦ θεοῦ διὰ τοῦ προφήτου ποιήσασθαι τὴν στρατείαν, οὐ γὰρ εἶναι δίκαιον τοὺς ὁμοφύλους πολεμεῖν οὗτος ἔλεγε καὶ ταῦτα κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς τοῦ πλήθους ἀποστάσεως γεγενημένης, οὐκέτʼ ἐξῆλθε. διηγήσομαι δὲ πρῶτον ὅσα Ἱεροβόαμος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς ἔπραξεν, εἶτα δὲ τούτων ἐχόμενα τὰ ὑπὸ Ῥοβοάμου τοῦ τῶν δύο φυλῶν βασιλέως γεγενημένα δηλώσομεν· φυλαχθείη γὰρ ἂν οὕτως ἄχρι παντὸς τῆς ἱστορίας τὸ εὔτακτον.