Ancient Greek · ~6 min
219 to 224
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 219-6-224
Not analysed yet
προσῳκοδόμησε δὲ καὶ πύργους πολλοὺς πεντήκοντα πηχῶν ἕκαστον. καὶ φρουροὺς δὲ ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. ἦν δʼ αὐτῷ καὶ ὑποζυγίων καὶ τῶν ἄλλων θρεμμάτων ἄπειρόν τι πλῆθος· εὐφυὴς γὰρ ἦν ἡ χώρα πρὸς νομάς. γεωργικὸς δὲ ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο φυτοῖς αὐτὴν καὶ παντοδαποῖς τιθηνῶν σπέρμασι. στρατιᾶς δʼ εἶχεν ἐπιλέκτου περὶ αὑτὸν μυριάδας ἑπτὰ καὶ τριάκοντα, ἧς ἡγεμόνες ἦσαν καὶ ταξίαρχοι καὶ χιλίαρχοι γενναῖοι καὶ τὴν ἀλκὴν ἀνυπόστατοι τὸν ἀριθμὸν δισχίλιοι. διέταξε δʼ εἰς φάλαγγας τὴν ὅλην στρατιὰν καὶ ὥπλισε ῥομφαίαν δοὺς ἑκάστῳ καὶ θυρεοὺς καὶ θώρακας χαλκέους καὶ τόξα καὶ σφενδόνας. ἔτι δὲ πρὸς τούτοις μηχανήματα πολλὰ πρὸς πολιορκίας κατεσκεύασε πετρόβολά τε καὶ δορύβολα καὶ ἅρπαγας καὶ ὅσα τούτοις ὅμοια. Γενόμενος δʼ ἐν ταύτῃ τῇ συντάξει καὶ παρασκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶς θνητῇ περιουσίᾳ τῆς ἀθανάτου καὶ πρὸς ἅπαντα διαρκοῦς τὸν χρόνον ἰσχύος ὠλιγώρησεν· αὕτη δὲ ἦν ἡ πρὸς τὸν θεὸν εὐσέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα. ὤλισθε δὲ ὑπʼ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς ἃ κἀκεῖνον ἡ τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν ἤγαγεν. ἐνστάσης δʼ ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος θυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ. τοῦ δʼ ἀρχιερέως Ἀζαρία ὄντων σὺν αὐτῷ ἱερέων ὀγδοήκοντα κωλύοντος αὐτόν, οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοις δʼ ἐφεῖσθαι τοῦτο ποιεῖν τοῖς ἐκ τοῦ Ἀαρῶνος γένους, καταβοώντων δʼ ἐξιέναι καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσι.