Ancient Greek · ~2 min
22 to 23
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 22-2-23
Not analysed yet
ταῦτʼ εἰπόντος ἐπευφήμησε τὸ πλῆθος ἡσθὲν τῇ παραινέσει καὶ κατένευσεν αὑτὸ παρέξειν κεχαρισμένον τῷ θεῷ. συνάγει δʼ αὐτοὺς ὁ Σαμουῆλος εἴς τινα πόλιν λεγομένην Μασφάτην· κατοπτευόμενον τοῦτο σημαίνει κατὰ τὴν τῶν Ἑβραίων γλῶτταν· ἐντεῦθεν ὑδρευσάμενοί τε σπένδουσι τῷ θεῷ καὶ διανηστεύσαντες ὅλην τὴν ἡμέραν ἐπʼ εὐχὰς τρέπονται. Οὐ λανθάνουσι δὲ τοὺς Παλαιστίνους ἐκεῖ συναχθέντες, ἀλλὰ μαθόντες οὗτοι τὴν ἄθροισιν αὐτῶν μεγάλῃ στρατιᾷ καὶ δυνάμει κατʼ ἐλπίδα τοῦ μὴ προσδοκῶσι μηδὲ παρεσκευασμένοις ἐπιπεσεῖσθαι τοῖς Ἑβραίοις ἐπέρχονται.