Ancient Greek · ~7 min
220 to 225
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 220-225
Not analysed yet
Ἂν δὲ πραχθέντος φόνου ἔν τινι χώρᾳ μὴ εὑρίσκηται ὁ δράσας μηδʼ ὑπονοῆταί τις ὡς διὰ μῖσος ἀπεκτονηκώς, ζητείτωσαν μὲν αὐτὸν μετὰ πολλῆς σπουδῆς μήνυτρα προθέμενοι· μηδενὸς δὲ μηνύοντος αἱ ἀρχαὶ τῶν πόλεων τῶν πλησίον τῇ χώρᾳ, ἐν ᾗ ὁ φόνος ἐπράχθη, καὶ ἡ γερουσία συνελθόντες μετρείτωσαν ἀπὸ τοῦ τόπου ὅπου κεῖται ὁ νεκρὸς τὴν χώραν. ἣ δʼ ἂν ᾖ πλησιαιτάτη πόλις, οἱ ἐν αὐτῇ δημόσιοι πριάμενοι δάμαλιν καὶ κομίσαντες εἰς φάραγγα καὶ ἀνεπιτήδειον ἀρότρῳ καὶ φυτοῖς χωρίον τοὺς τένοντας κοψάτωσαν τῆς βοός, καὶ χέρνιβας ἑλόμενοι ὑπὲρ κεφαλῆς τῆς βοὸς οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἡ γερουσία τῆς πόλεως ἐκείνης καθαρὰς ἀναβοησάτωσαν τὰς χεῖρας ἔχειν ἀπὸ τοῦ φόνου καὶ μήτε δρᾶσαι μήτε δρωμένῳ παρατυχεῖν, ἐπικαλεῖσθαι δὲ ἵλεω τὸν θεὸν καὶ μηκέτι τοιοῦτον δεινὸν συμβῆναι τῇ γῇ πάθος. Ἀριστοκρατία μὲν οὖν κράτιστον καὶ ὁ κατʼ αὐτὴν βίος, καὶ μὴ λάβῃ πόθος ὑμᾶς ἄλλης πολιτείας, ἀλλὰ ταύτην στέργοιτε καὶ τοὺς νόμους ἔχοντες δεσπότας κατʼ αὐτοὺς ἕκαστα πράττετε· ἀρκεῖ γὰρ ὁ θεὸς ἡγεμὼν εἶναι. βασιλέως δʼ εἰ γένοιτο ἔρως ὑμῖν, ἔστω μὲν οὗτος ὁμόφυλος, πρόνοια δʼ αὐτῷ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς διὰ παντὸς ἔστω. παραχωροίη δὲ οὗτος τοῖς μὲν νόμοις καὶ τῷ θεῷ τὰ πλείονα τοῦ φρονεῖν, πρασσέτω δὲ μηδὲν δίχα τοῦ ἀρχιερέως καὶ τῆς τῶν γερουσιαστῶν γνώμης γάμοις τε μὴ πολλοῖς χρώμενος μηδὲ πλῆθος διώκων χρημάτων μηδʼ ἵππων, ὧν αὐτῷ παραγενομένων ὑπερήφανος ἂν τῶν νόμων ἔσοιτο. κωλυέσθω δʼ, εἰ τούτων τι διὰ σπουδῆς ἔχοι, γίγνεσθαι τοῦ συμφέροντος ὑμῖν δυνατώτερος. Ὅρους γῆς μὴ ἐξέστω κινεῖν μήτε οἰκείας μήτʼ ἀλλοτρίας πρὸς οὕς ἐστιν ὑμῖν εἰρήνη, φυλαττέσθω δʼ ὥσπερ θεοῦ ψῆφον βεβαίαν εἰς αἰῶνα κειμένην ἀναιρεῖν, ὡς πολέμων ἐντεῦθεν καὶ στάσεων γινομένων ἐκ τοῦ πλεονεκτοῦντας προσωτέρω χωρεῖν βούλεσθαι τῶν ὅρων· μὴ γὰρ μακρὰν εἶναι τοῦ καὶ τοὺς νόμους ὑπερβαίνειν τοὺς τὸν ὅρον μετακινοῦντας.