Ancient Greek
222 to 229
Flavius Josephus, Jewish Antiquities 222-2-229
Not analysed yet
ὁ βασιλεὺς δʼ, ἐπεπίστευτο γὰρ ὑπὸ Κλαυδίου Καίσαρος τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ, λογισάμενος παντὸς μὲν ἔργου τὴν καθαίρεσιν εἶναι ῥᾳδίαν δυσχερῆ δὲ τὴν κατασκευήν, ἐπὶ δὲ τῆς στοᾶς ταύτης καὶ μᾶλλον, χρόνου τε γὰρ καὶ πολλῶν χρημάτων εἰς τοὖργον δεήσειν, ἠρνήσατο μὲν περὶ τούτου δεομένοις, καταστορέσαι δὲ λευκῷ λίθῳ τὴν πόλιν οὐκ ἐκώλυσεν. Ἰησοῦν δὲ τὸν τοῦ Γαμαλιήλου τὴν ἀρχιερωσύνην ἀφελόμενος ἔδωκεν αὐτὴν Ματθίᾳ τῷ Θεοφίλου, καθʼ ὃν καὶ ὁ πρὸς Ῥωμαίους πόλεμος Ἰουδαίοις ἔλαβε τὴν ἀρχήν. Ἀναγκαῖον δʼ εἶναι νομίζω καὶ τῇ ἱστορίᾳ ταύτῃ προσῆκον διηγήσασθαι περὶ τῶν ἀρχιερέων, πῶς ἀρξάμενοι καὶ τίσιν ἔξεστι τῆς τιμῆς ταύτης μεταλαμβάνειν καὶ πόσοι γεγόνασιν μέχρι τῆς τοῦ πολέμου τελευτῆς. πρῶτον μὲν οὖν πάντων λέγουσιν Ἀαρῶνα τὸν Μωυσέως ἀδελφὸν ἀρχιερατεῦσαι τῷ θεῷ, τελευτήσαντος δὲ ἐκείνου διαδέξασθαι τοὺς παῖδας εὐθὺς κἀπʼ ἐκείνων τοῖς ἐγγόνοις αὐτῶν διαμεῖναι τὴν τιμὴν ἅπασιν. ὅθεν καὶ πάτριόν ἐστι μηδένα τοῦ θεοῦ τὴν ἀρχιερωσύνην λαμβάνειν ἢ τὸν ἐξ αἵματος τοῦ Ἀαρῶνος, ἑτέρου δὲ γένους οὐδʼ ἂν βασιλεὺς ὢν τύχῃ τεύξεται τῆς ἀρχιερωσύνης. ἐγένοντο οὖν πάντες τὸν ἀριθμὸν ἀπὸ Ἀαρῶνος, ὡς ἔφαμεν, τοῦ πρώτου γενομένου μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀρχιερέως ἀναδειχθέντος ὀγδοήκοντα τρεῖς. ἐκ τούτων κατὰ τὴν ἔρημον ἐπὶ τῶν Μωυσέως χρόνων τῆς σκηνῆς ἑστώσης, ἣν Μωυσῆς τῷ θεῷ κατεσκεύασεν, μέχρι τῆς εἰς Ἰουδαίαν ἀφίξεως, ἔνθα Σολόμων ὁ βασιλεὺς τῷ θεῷ τὸν ναὸν ἤγειρεν, ἀρχιεράτευσαν δεκατρεῖς. τὸ γὰρ πρῶτον ἕως τοῦ βίου τελευτῆς τὰς ἀρχιερωσύνας εἶχον, ὕστερον δὲ καὶ παρὰ ζώντων διεδέχοντο. οἱ τοίνυν δεκατρεῖς οὗτοι τῶν δύο παίδων Ἀαρῶνος ὄντες ἔγγονοι κατὰ διαδοχὴν τὴν τιμὴν παρελάμβανον. ἐγένετο δὲ αὐτῶν ἀριστοκρατικὴ μὲν ἡ πρώτη πολιτεία, μετὰ ταύτην δὲ μοναρχία, βασιλέων δὲ τρίτη.