Ancient Greek · ~2 min
225 to 226
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 225-3-226
Not analysed yet
ὁ δὲ Δαυίδης ὤμνυεν ἦ μὴν οὕτως ἔχειν, καὶ πιστεύοντʼ ἠξίου προνοεῖν αὐτοῦ μᾶλλον ἢ καταφρονοῦντʼ ἐπʼ ἀληθέσι τοῖς λόγοις τότε ἀληθὲς ὑπολαβεῖν, ὅταν ἢ θεάσηται ἢ πύθηται· μηδὲν λέγειν δʼ αὐτῷ τὸν πατέρα περὶ τούτων ἔφασκεν εἰδότα τὴν πρὸς αὐτὸν φιλίαν καὶ διάθεσιν. Λυπηθεὶς δʼ ἐφʼ ὅτῳ πιστωσάμενος τὴν τοῦ Σαούλου προαίρεσιν Ἰωνάθης οὐκ ἔπεισεν ἐπηρώτα, τίνος ἐξ αὐτοῦ βούλεται τυχεῖν. ὁ δέ οἶδα γάρ, ἔφη, πάντα σε χαρίζεσθαί μοι καὶ παρέχειν ἐθέλοντα· νουμηνία μὲν εἰς τὴν ἐπιοῦσάν ἐστιν, ἔθος δʼ ἔχω δειπνεῖν σὺν τῷ βασιλεῖ καθήμενος·