Ancient Greek
225 to 232
Flavius Josephus, Jewish Antiquities 225-6-232
Not analysed yet
Τελευτήσαντος δὲ καὶ τούτου ὁ υἱὸς αὐτοῦ διάδοχος τῆς τιμῆς Ὀνίας γίνεται, πρὸς ὃν ὁ Λακεδαιμονίων βασιλεὺς Ἄρειος πρεσβείαν τε ἔπεμψεν καὶ ἐπιστολάς, ὧν τὸ ἀντίγραφόν ἐστι τοιοῦτο· βασιλεὺς Λακεδαιμονίων Ἄρειος Ὀνίᾳ χαίρειν. ἐντυχόντες γραφῇ τινι εὕρομεν, ὡς ἐξ ἑνὸς εἶεν γένους Ἰουδαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἐκ τῆς πρὸς Ἄβραμον οἰκειότητος. δίκαιον οὖν ἐστιν ἀδελφοὺς ὑμᾶς ὄντας διαπέμπεσθαι πρὸς ἡμᾶς περὶ ὧν ἂν βούλησθε. ποιήσομεν δὲ καὶ ἡμεῖς τοῦτο, καὶ τά τε ὑμέτερα ἴδια νομιοῦμεν καὶ τὰ αὑτῶν κοινὰ πρὸς ὑμᾶς ἕξομεν. Δημοτέλης ὁ φέρων τὰ γράμματα διαπέμπει τὰς ἐπιστολάς. τὰ γεγραμμένα ἐστὶν τετράγωνα· ἡ σφραγίς ἐστιν ἀετὸς δράκοντος ἐπειλημμένος. Ἡ μὲν οὖν ἐπιστολὴ ἡ πεμφθεῖσα ὑπὸ τοῦ Λακεδαιμονίων βασιλέως τοῦτον περιεῖχε τὸν τρόπον. ἀποθανόντος δὲ Ἰωσήπου τὸν λαὸν συνέβη στασιάσαι διὰ τοὺς παῖδας αὐτοῦ. τῶν γὰρ πρεσβυτέρων πόλεμον ἐξενεγκαμένων πρὸς Ὑρκανόν, ὃς ἦν νεώτατος τῶν Ἰωσήπου τέκνων, διέστη τὸ πλῆθος. καὶ οἱ μὲν πλείους τοῖς πρεσβυτέροις συνεμάχουν καὶ ὁ ἀρχιερεὺς Σίμων διὰ τὴν συγγένειαν· ὁ δὲ Ὑρκανὸς ἐπανελθεῖν μὲν οὐκέτι ἔγνω εἰς Ἱεροσόλυμα, προσκαθίσας δὲ τοῖς πέραν τοῦ Ἰορδάνου συνεχῶς ἐπολέμει τοὺς Ἄραβας, ὡς πολλοὺς αὐτῶν καὶ ἀποκτεῖναι καὶ λαβεῖν αἰχμαλώτους. ᾠκοδόμησεν δὲ βᾶριν ἰσχυρὰν ἐκ λίθου λευκοῦ κατασκευάσας πᾶσαν μέχρι καὶ τῆς στέγης ἐγγλύψας ζῷα παμμεγεθέστατα, περιήγαγεν δʼ αὐτῇ εὔριπον μέγαν καὶ βαθύν. ἐκ δὲ τῆς καταντικρὺ τοῦ ὄρους πέτρας διατεμὼν αὐτῆς τὸ προέχον σπήλαια πολλῶν σταδίων τὸ μῆκος κατεσκεύασεν. ἔπειτα οἴκους ἐν αὐτῇ τοὺς μὲν εἰς συμπόσια τοὺς δʼ εἰς ὕπνον καὶ δίαιταν ἐποίησεν, ὑδάτων δὲ διαθεόντων πλῆθος, ἃ καὶ τέρψις ἦν καὶ κόσμος τῆς αὐλῆς, εἰσήγαγεν. τὰ μέντοι στόμια τῶν σπηλαίων ὥστε ἕνα διʼ αὐτῶν εἰσδῦναι καὶ μὴ πλείους βραχύτερα ἤνοιξεν· καὶ ταῦτʼ ἐπίτηδες ἀσφαλείας ἕνεκα τοῦ μὴ πολιορκηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ κινδυνεῦσαι ληφθεὶς κατεσκεύασεν.