Ancient Greek
226 to 227
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 226-4-227
Not analysed yet
δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους ἕνα μὲν ἐν Βηθήλῃ πόλει, τὸν ἕτερον δὲ ἐν Δάνῃ, ἡ δʼ ἐστὶ πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου, τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς προειρημέναις πόλεσι ναΐσκων, καὶ συγκαλέσας τὰς δέκα φυλὰς ὧν αὐτὸς ἦρχεν ἐδημηγόρησε τούτους ποιησάμενος τοὺς λόγους· ἄνδρες ὁμόφυλοι, γινώσκειν ὑμᾶς νομίζω τοῦτο, ὅτι πᾶς τόπος ἔχει τὸν θεὸν καὶ οὐκ ἔστιν ἓν ἀποδεδειγμένον χωρίον ἐν ᾧ πάρεστιν, ἀλλὰ πανταχοῦ τε ἀκούει καὶ τοὺς θρησκεύοντας ἐφορᾷ. ὅθεν οὔ μοι δοκεῖ νῦν ἐπείγειν ὑμᾶς εἰς Ἱεροσόλυμα πορευθέντας εἰς τὴν τῶν ἐχθρῶν πόλιν μακρὰν οὕτως ὁδὸν προσκυνεῖν·