Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 228-2
Not analysed yet
Τὴν ἀμπέλοις κατάφυτον γῆν μὴ σπείρειν· ἀρκεῖσθαι γὰρ αὐτὴν τρέφειν τοῦτο τὸ φυτὸν καὶ τῶν ἐξ ἀρότρου πόνων ἀπηλλάχθαι. βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδὲν τῶν ἑτέρων ζῴων ὑπὸ ζεύγλην ἄγοντας, ἀλλὰ κατʼ οἰκεῖα γένη κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. εἶναι δὲ καθαρὰ τὰ σπέρματα καὶ ἀνεπίμικτα, καὶ μὴ σύνδυο καὶ τρία σπείρειν· οὐ γὰρ τῇ τῶν ἀνομοίων κοινωνίᾳ χαίρειν τὴν φύσιν.