Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 23-4
Not analysed yet
καὶ διατρίψας ἐν αὐτῇ ὀλίγον χρόνον δολοφονηθεὶς ὑπὸ τῶν πρεσβυτέρων παίδων Ἀνδρομάχου καὶ Σελευκάρου τελευτᾷ τὸν βίον καὶ ἀνετέθη τῷ ἰδίῳ ναῷ Ἀράσκῃ λεγομένῳ. καὶ οἱ μὲν φυγαδευθέντες ἐπὶ τῷ φόνῳ τοῦ πατρὸς ὑπὸ τῶν πολιτῶν εἰς τὴν Ἀρμενίαν ἀπῆραν, διαδέχεται δὲ τὴν βασιλείαν τῶν μετʼ αὐτοὺς καταφρονῶν τοῦ Σεναχειρίμου Ἀσαραχόδδας. καὶ τὸ μὲν τῆς Ἀσσυρίων στρατείας τῆς ἐπὶ τοὺς Ἱεροσολυμίτας τέλος τοιοῦτο συνέβη γενέσθαι.