Ancient Greek · ~2 min
230 to 231
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 230-231
Not analysed yet
σύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετʼ αὐτῷ τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυεν ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπʼ ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα, πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως, ὡς Μωυσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας, πολλοῖς τε συνέβαινε καθʼ ὁδὸν φερομένῳ συντυγχάνουσιν ἐπιστρέφεσθαι μὲν ὑπὸ τῆς ὄψεως τοῦ παιδός, ἀφιέναι δὲ τὰ σπουδαζόμενα καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ· καὶ γὰρ ἡ χάρις ἡ παιδικὴ πολλὴ καὶ ἄκρατος περὶ αὐτὸν οὖσα κατεῖχε τοὺς ὁρῶντας.