Ancient Greek
230 to 236
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 230-3-236
Not analysed yet
ὁ γὰρ πατὴρ αὐτοῦ τὴν πίστιν οὐκ ἐφύλαξεν Ἰεχονίᾳ παραδόντι μετὰ γυναικῶν καὶ τέκνων καὶ τῆς συγγενείας ὅλης ἑκουσίως αὑτὸν ὑπὲρ τῆς πατρίδος, ὡς ἂν μὴ κατασκαφείη ληφθεῖσα ὑπὸ τῆς πολιορκίας, καθὼς προειρήκαμεν. τελευτήσαντος δὲ Ἀβιλμαθαδάχου μετὰ ἔτη ὀκτωκαίδεκα τῆς βασιλείας Ἠγλίσαρος ὁ παῖς αὐτοῦ τὴν ἀρχὴν παραλαμβάνει, καὶ κατασχὼν αὐτὴν ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον. μετὰ δʼ αὐτὸν εἰς τὸν υἱὸν αὐτοῦ Λαβοσόρδαχον ἀφικνεῖται τῆς βασιλείας ἡ διαδοχή, καὶ μῆνας ποιήσασα παρʼ αὐτῷ τοὺς πάντας ἐννέα τελευτήσαντος αὐτοῦ μεταβαίνει πρὸς Βαλτασάρην τὸν καλούμενον Ναβοάνδηλον παρὰ τοῖς Βαβυλωνίοις. ἐπὶ τοῦτον στρατεύουσι Κῦρός τε ὁ Περσῶν βασιλεὺς καὶ Δαρεῖος ὁ Μήδων. καὶ πολιορκουμένων τοὺς ἐν Βαβυλῶνι θαυμάσιόν τι καὶ τεράστιον θέαμα συνέβη· κατέκειτο δειπνῶν καὶ πίνων ἐν οἴκῳ μεγάλῳ καὶ πρὸς ἑστιάσεις πεποιημένῳ βασιλικὰς μετὰ τῶν παλλακίδων καὶ τῶν φίλων. δόξαν δὲ αὐτῷ κομισθῆναι κελεύει ἐκ τοῦ ἰδίου ναοῦ τὰ τοῦ θεοῦ σκεύη, ἃ συλήσας Ναβουχοδονόσορος ἐκ τῶν Ἱεροσολύμων οὐκ ἐχρῆτο μέν, εἰς δὲ τὸν αὑτοῦ ναὸν κατέθηκεν. αὐτὸς δὲ ὑπὸ θράσους προαχθείς, ὥστε αὐτοῖς χρῆσθαι, μεταξὺ πίνων καὶ βλασφημῶν τὸν θεὸν ἐκ τοῦ τείχους ὁρᾷ χεῖρα προϊοῦσαν καὶ τῷ τοίχῳ τινὰς συλλαβὰς ἐγγράφουσαν. ταραχθεὶς δὲ ὑπὸ τῆς ὄψεως συνεκάλεσε τοὺς μάγους καὶ τοὺς Χαλδαίους, πᾶν τοῦτο τὸ γένος ὅσον ἦν ἐν τοῖς Βαβυλωνίοις τά τε σημεῖα καὶ τὰ ὀνείρατα κρίνειν δυνάμενον, ὡς ἂν αὐτῷ δηλώσωσι τὰ γεγραμμένα. τῶν δὲ μάγων οὐδὲν εὑρίσκειν δυναμένων οὐδὲ συνιέναι λεγόντων ὑπʼ ἀγωνίας ὁ βασιλεὺς καὶ πολλῆς τῆς ἐπὶ τῷ παραδόξῳ λύπης κατὰ πᾶσαν ἐκήρυξε τὴν χώραν τῷ τὰ γράμματα καὶ τὴν ὑπʼ αὐτῶν δηλουμένην διάνοιαν σαφῆ ποιήσαντι δώσειν ὑπισχνούμενος στρεπτὸν περιαυχένιον χρύσεον καὶ πορφυρᾶν ἐσθῆτα φορεῖν, ὡς οἱ τῶν Χαλδαίων βασιλεῖς, καὶ τὸ τρίτον μέρος τῆς ἰδίας ἀρχῆς. τούτου γενομένου τοῦ κηρύγματος ἔτι μᾶλλον οἱ μάγοι συνδραμόντες καὶ φιλοτιμησάμενοι πρὸς τὴν εὕρεσιν τῶν γραμμάτων οὐδὲν ἔλαττον ἠπόρησαν.