Ancient Greek
233 to 239
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 233-239
Not analysed yet
ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐνετίθει τὸ βρέφος, ὁ δὲ λαβὼν καὶ προστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα· καταφέρει δʼ ὁ Μωυσῆς εἰς τὴν γῆν περιελόμενος αὐτὸ κατὰ νηπιότητα δῆθεν ἐπέβαινέ τε αὐτῷ τοῖς ποσί. καὶ τοῦτο ἔδοξεν οἰωνὸν ἐπὶ τῇ βασιλείᾳ φέρειν. θεασάμενος δʼ ὁ ἱερογραμματεὺς ὁ καὶ τὴν γένεσιν αὐτοῦ προειπὼν ἐπὶ ταπεινώσει τῆς Αἰγυπτίων ἀρχῆς ἐσομένην ὥρμησεν ἀποκτεῖναι, καὶ δεινὸν ἀνακραγών, οὗτος, εἶπε, βασιλεῦ, ὁ παῖς ἐκεῖνος, ὃν κτείνασιν ἡμῖν ἐδήλωσεν ὁ θεὸς ἀφόβοις εἶναι, μαρτυρεῖ τῇ προαγορεύσει τοῦ γεγονότος ἐπιβεβηκὼς ἡγεμονίᾳ τῇ σῇ καὶ πατῶν τὸ διάδημα. τοῦτον οὖν ἀνελὼν Αἰγυπτίοις μὲν τὸ ἀπʼ αὐτοῦ δέος ἄνες, Ἑβραίοις δὲ τὴν ἐλπίδα τοῦ διʼ αὐτὸν θάρσους ἀφελοῦ. φθάνει δʼ αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα, καὶ πρὸς τὸν φόνον ὀκνηρὸς ἦν ὁ βασιλεὺς τοιοῦτον αὐτὸν τοῦ θεοῦ παρασκευάσαντος, ᾧ πρόνοια τῆς Μωυσέος σωτηρίας ἦν. ἐτρέφετο οὖν πολλῆς ἐπιμελείας τυγχάνων, καὶ τοῖς μὲν Ἑβραίοις ἐπʼ αὐτῷ παρῆν ἐλπὶς περὶ τῶν ὅλων, διʼ ὑποψίας δʼ εἶχον Αἰγύπτιοι τὴν ἀνατροφὴν αὐτοῦ· μηδενὸς δʼ ὄντος φανεροῦ, διʼ ὃν κἂν ἀπέκτεινεν αὐτὸν ὁ βασιλεὺς μηδὲν ὄντα ἢ συγγενοὺς διὰ τῆς εἰσποιήσεως ἢ τῶν ἄλλων τινός, ᾧ πλέον ὑπὲρ ὠφελείας τῆς Αἰγυπτίων ἐκ τοῦ προειδέναι τὰ μέλλοντα θαρρεῖν παρῆν, ἀπείχοντο τῆς ἀναιρέσεως αὐτοῦ. Μωυσῆς μὲν τῷ προειρημένῳ τρόπῳ γεννηθείς τε καὶ τραφεὶς καὶ παρελθὼν εἰς ἡλικίαν φανερὰν τοῖς Αἰγυπτίοις τὴν ἀρετὴν ἐποίησε καὶ τὸ ἐπὶ ταπεινώσει μὲν τῇ ἐκείνων, ἐπʼ αὐξήσει δὲ τῶν Ἑβραίων γεγονέναι τοιαύτης ἀφορμῆς λαβόμενος· Αἰθίοπες, πρόσοικοι δʼ εἰσὶ τοῖς Αἰγυπτίοις, ἐμβαλόντες εἰς χώραν αὐτῶν ἔφερον καὶ ἦγον τὰ τῶν Αἰγυπτίων. οἱ δʼ ὑπʼ ὀργῆς στρατεύουσιν ἐπʼ αὐτοὺς ἀμυνούμενοι τῆς καταφρονήσεως, καὶ τῇ μάχῃ κρατηθέντες οἱ μὲν αὐτῶν ἔπεσον οἱ δʼ αἰσχρῶς εἰς τὴν οἰκείαν διεσώθησαν φυγόντες.