Ancient Greek
233 to 234
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 233-3-234
Not analysed yet
ταῦτʼ εἰπόντος τοῦ προφήτου παροξυνθεὶς ὁ Ἱεροβόαμος ἐξέτεινε τὴν χεῖρα κελεύων συλλαβεῖν αὐτόν. ἐκτεταμένη δʼ ἡ χεὶρ εὐθέως παρείθη καὶ οὐκέτʼ ἴσχυε ταύτην πρὸς αὑτὸν ἀναγαγεῖν, ἀλλὰ νεναρκηκυῖαν καὶ νεκρὰν εἶχεν ἀπηρτημένην. ἐρράγη δὲ καὶ τὸ θυσιαστήριον καὶ κατηνέχθη πάντα ἀπʼ αὐτοῦ, καθὼς προεῖπεν ὁ προφήτης. μαθὼν δὲ ἀληθῆ τὸν ἄνθρωπον καὶ θείαν ἔχοντα πρόγνωσιν παρεκάλεσεν αὐτὸν δεηθῆναι τοῦ θεοῦ ἀναζωπυρῆσαι τὴν δεξιὰν αὐτῷ. καὶ ὁ μὲν ἱκέτευσε τὸν θεὸν τοῦτʼ αὐτῷ παρασχεῖν, ὁ δὲ τῆς χειρὸς τὸ κατὰ φύσιν ἀπολαβούσης χαίρων ἐπʼ αὐτῇ τὸν προφήτην παρεκάλει δειπνῆσαι παρʼ αὐτῷ.