Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 237-2
Not analysed yet
τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. μετάπεμψαι τοιγαροῦν αὐτόν, ἔφησεν, ἵνα δῷ δίκην.