Ancient Greek · ~4 min
238 to 241
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 238-2-241
Not analysed yet
μεταπεμψάμενον οὖν αὐτὸν ἠξίου παρʼ αὐτοῦ πυνθάνεσθαι περὶ τῶν γραμμάτων καὶ τὴν ἀμαθίαν τὴν τῶν οὐχ εὑρόντων αὐτὰ κατακρίνειν, κἂν σκυθρωπὸν ᾖ τὸ ὑπὸ τοῦ θεοῦ σημαινόμενον. Ταῦτʼ ἀκούσας καλεῖ τὸν Δανίηλον ὁ Βαλτασάρης καὶ διαλεχθεὶς ὡς πύθοιτο περὶ αὐτοῦ καὶ τῆς σοφίας, ὅτι θεῖον αὐτῷ πνεῦμα συμπάρεστι καὶ μόνος ἐξευρεῖν ἱκανώτατος ἃ μὴ τοῖς ἄλλοις εἰς ἐπίνοιαν ἔρχεται, φράζειν αὐτῷ τὰ γεγραμμένα καὶ τί σημαίνει μηνύειν ἠξίου· τοῦτο γὰρ ποιήσαντι πορφύραν δώσειν ἐνδεδύσθαι καὶ χρύσεον περὶ αὐχένα στρεπτὸν καὶ τὸ τρίτον τῆς ἀρχῆς αὐτοῦ μέρος τιμὴν καὶ γέρας τῆς σοφίας, ὡς ἂν ἐξ αὐτῶν ἐπισημότατος γένοιτο τοῖς ὁρῶσι καὶ τὴν αἰτίαν ἐφʼ ᾗ τούτων ἔτυχε πυνθανομένοις. Δανίηλος δὲ τὰς μὲν δωρεὰς αὐτὸν ἔχειν ἠξίου· τὸ γὰρ σοφὸν καὶ θεῖον ἀδωροδόκητον εἶναι καὶ προῖκα τοὺς δεομένους ὠφελεῖν, μηνύσειν δʼ αὐτῷ τὰ γεγραμμένα σημαίνοντα καταστροφὴν αὐτῷ τοῦ βίου, ὅτι μηδʼ οἷς ὁ πρόγονος αὐτοῦ διὰ τὰς εἰς θεὸν ὕβρεις ἐκολάσθη τούτοις ἔμαθεν εὐσεβεῖν καὶ μηδὲν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν μηχανᾶσθαι·